De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
Galen
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
[ζ΄. Περὶ χαμαιπίτυος.] Χαμαιπίτυς κατὰ τὴν γεῦσιν μὲν ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος, κατὰ τὴν ἐνέργειαν δὲ διακαθαίρει καὶ ῥύπτει τὰ σπλάγχνα πλέον ἢ θερμαίνει. διὰ τοῦτο καὶ τοῖς ἰκτεριῶσι καὶ ὅλως οἷς ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει δὲ καὶ καταμήνια πινομένη τε καὶ μετὰ μέλιτος προστιθεμένη. ἔστι δὲ καὶ οὐρητικὸν φάρμακον. ἔνιοι δὲ καὶ ἰσχιαδικοῖς αὐτὴν διδόασιν, ἀφέψοντες ἐν μελικράτῳ. χλωρὰ δ’ ἡ πόα καὶ τὰ μεγάλα τραύματα κολλᾷν δύναται καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ἰᾶται καὶ τὰς ἐν μαστοῖς σκληρότητας διαφορεῖ. ἔστι γὰρ ἐν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν δὲ τῷ θερμαίνειν τῆς δευτέρας.
[η΄. Περὶ χαμαισύκης.] Χαμαισύκη ῥυπτικήν τε ἅμα καὶ δριμεῖαν ἔχει δύναμιν, ὥστε καὶ ἀκροχορδόνας καὶ μυρμηκίας, οἵ τε κλῶνες αὐτῆς καταπλαττόμενοι καὶ ὁ ἐξ αὐτῶν ὀπὸς ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ σὺν μέλιτι καὶ τὰς ἐν ὀφθαλμοῖς παχείας οὐλάς. ὠφελοῦσι δὲ καὶ τὰς διὰ πάχος ἀμβλυωπίας, ὥσπερ οὖν καὶ ἀρχὰς ὑποχύσεων.