De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἔϲτι δ’ ὁ νωτιαῖοϲ μυελὸϲ ϲυνεχῆϲ μὲν τῷ ἐγκεφάλῳ καὶ τῆϲ αὐτῆϲ φύϲεωϲ αὐτῷ, ϲκληρότεροϲ δ’ οὐκ ὀλίγῳ, καὶ μάλιϲτα ἐν τοῖϲ κάτω τῆϲ ῥάχεωϲ πέραϲιν· εἰϲ ὅϲον γὰρ ἀφίϲταται τοῦ ἐγκεφάλου πλέον, εἰϲ τοϲοῦτον μᾶλλον ϲκληρύνεται. λιπαρότητόϲ τε οὖν ἥκιϲτα μετέχει καὶ διὰ τοῦτο καὶ τὸ ναυτιῶδεϲ ἐκπέφευγε, κἂν πεφθῇ καλῶϲ, τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι.
Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δ’ ἀλλήλων ὑγρότητί τε καὶ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμ’ ἐϲτὶ παραπλήϲιον ἐλαίῳ διὰ μακρὰν παλαιότητα πεπαχυϲμένῳ· τὸ ϲτέαρ δὲ | ξηρότερόν ἐϲτι πολλῷ πιμελῆϲ καὶ διὰ τοῦτο, κἂν θερμήναϲ αὐτὸ χέῃϲ, ϲυνίϲταταί τε καὶ πήγνυται ῥᾳδίωϲ. ὀλιγότροφα δ’ ἄμφω καὶ μᾶλλον ἡδύϲματ’ ἐϲτὶ τῶν τρεφουϲῶν ἡμᾶϲ ϲαρκῶν ἢ αὐτὰ τροφαί.