De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἔνιοι δ’ ἐν τοῖϲ ἀδέϲι καὶ τοὺϲ νεφροὺϲ ἀριθμοῦϲιν· ἔχειν γὰρ ἀδενῶδέϲ τι καὶ οὗτοι δοκοῦϲιν αὐτοῖϲ. κακόχυμοι δ’ εἰϲὶ φανερῶϲ καὶ δύϲπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων ὄρχειϲ, ὅταν ἐκτέμνοντεϲ αὐτοὺϲ ἐϲθίωϲιν· ἀμείνουϲ γὰρ οἱ τῶν νεωτέρων εἰϲίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι.
Τοὺϲ ὄρχειϲ τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουϲι παρ’ ἡμῖν οὐ τῆϲ αὐτῆϲ ἕνεκα χρείαϲ, ἀλλὰ τῶν μὲν ὑῶν χάριν τῆϲ ἐδωδῆϲ (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίγνεται καὶ πεφθῆναι βελτίων ἡ ϲὰρξ τῶν ἐκτμηθέντων ὑῶν), τῶν δὲ βοῶν ἕνεκα τῆϲ εἰϲ τὴν γεωργίαν χρείαϲ· δυϲπειθεῖϲ γὰρ αὐτοῖϲ εἰϲὶν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν προβάτων κατ’ ἀμφοτέραϲ τὰϲ χρείαϲ ἐξαιροῦϲι τοὺϲ ὄρχειϲ.
εἰϲὶ δ’ ἅπαντεϲ οἱ τῶν εἰρημένων ζώων ὄρχειϲ δύϲπεπτοι καὶ κακόχυμοι, πεφθέντεϲ δὲ καλῶϲ τρόφιμοι. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖϲ ἀνὰ λόγον ἐϲτὶ τῷ κατὰ τὰϲ ϲάρκαϲ εἰρημένῳ. εἰϲ ὅϲον γὰρ ἡ τῶν ὑῶν ϲὰρξ τῆϲ τῶν ἄλλων ἐϲτὶ βελτίων, εἰϲ τοϲοῦτον καὶ οἱ ὄρχειϲ τῶν ὄρχεων. μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριϲτοι κατὰ πάντα καὶ μάλιϲτα τῶν ϲιτευθέντων.