De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὄντεϲ δ’ ἐκ τοῦ γένουϲ τῶν ἀδένων οἱ ὄρχειϲ οὐχ ὁμοίωϲ εἰϲὶν εὔχυμοι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ἀλλά τι καὶ βρωμῶδεϲ ἔχουϲιν ἐνδεικνύμενοι τὴν τοῦ ϲπέρματοϲ οὗ γεννῶϲι φύϲιν, ὥϲπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρουϲ εἰϲὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν ϲιτευθέντων ἀλεκτρυόνων ἥδιϲτοί θ’ ὑπάρχουϲι καὶ τροφὴν χρηϲτὴν τῷ ϲώματι διδόαϲι. καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ ἀδένεϲ ἐγγύϲ τι τῶν ὄρχεών εἰϲι τὴν φύϲιν.
ἔνιοι δ’ ἐν τοῖϲ ἀδέϲι καὶ τοὺϲ νεφροὺϲ ἀριθμοῦϲιν· ἔχειν γὰρ ἀδενῶδέϲ τι καὶ οὗτοι δοκοῦϲιν αὐτοῖϲ. κακόχυμοι δ’ εἰϲὶ φανερῶϲ καὶ δύϲπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων ὄρχειϲ, ὅταν ἐκτέμνοντεϲ αὐτοὺϲ ἐϲθίωϲιν· ἀμείνουϲ γὰρ οἱ τῶν νεωτέρων εἰϲίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι.
Τοὺϲ ὄρχειϲ τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουϲι παρ’ ἡμῖν οὐ τῆϲ αὐτῆϲ ἕνεκα χρείαϲ, ἀλλὰ τῶν μὲν ὑῶν χάριν τῆϲ ἐδωδῆϲ (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίγνεται καὶ πεφθῆναι βελτίων ἡ ϲὰρξ τῶν ἐκτμηθέντων ὑῶν), τῶν δὲ βοῶν ἕνεκα τῆϲ εἰϲ τὴν γεωργίαν χρείαϲ· δυϲπειθεῖϲ γὰρ αὐτοῖϲ εἰϲὶν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν προβάτων κατ’ ἀμφοτέραϲ τὰϲ χρείαϲ ἐξαιροῦϲι τοὺϲ ὄρχειϲ.