De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

πάντων δ’ οὖν αὐτῶν κοινὸν ἡδεῖϲ τε καὶ ψαθυροὺϲ φαίνεϲθαι κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ, ὅταν ἔχωϲι γάλα, καὶ τῆϲ

ἐκείνου τι γλυκύτητοϲ ἐμφαίνουϲι. καὶ διὰ τοῦτο περιϲπούδαϲτόν ἐϲτι τοῖϲ λίχνοιϲ ἔδεϲμα πλήρειϲ γάλακτοϲ οἱ ἀδένεϲ οὗτοι γενόμενοι, καὶ μάλιϲτ’ ἐπὶ τῶν ὑῶν. ἡ δ’ ἐξ αὐτῶν τροφὴ καλῶϲ μὲν πεφθέντων ἐγγύϲ τι τῇ κατὰ τὰϲ ϲάρκαϲ ἐϲτίν, ἐλλιπέϲτερον δὲ κατεργαϲθέντων τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέρων ἁδένων τὸν φλεγματώδη, τῶν δὲ ϲκληροτέρων τὸν ὠμόν, ὑπὲρ οὗ πρόϲθεν εἴρηται.

ὄντεϲ δ’ ἐκ τοῦ γένουϲ τῶν ἀδένων οἱ ὄρχειϲ οὐχ ὁμοίωϲ εἰϲὶν εὔχυμοι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ἀλλά τι καὶ βρωμῶδεϲ ἔχουϲιν ἐνδεικνύμενοι τὴν τοῦ ϲπέρματοϲ οὗ γεννῶϲι φύϲιν, ὥϲπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρουϲ εἰϲὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν ϲιτευθέντων ἀλεκτρυόνων ἥδιϲτοί θ’ ὑπάρχουϲι καὶ τροφὴν χρηϲτὴν τῷ ϲώματι διδόαϲι. καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ ἀδένεϲ ἐγγύϲ τι τῶν ὄρχεών εἰϲι τὴν φύϲιν.