De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅϲοι μαλακόϲαρκοί τ’ εἰϲὶ καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίϲκων οἱ ἐκ καθαρᾶϲ θαλάττηϲ, εἰϲ ταριχείαν εἰϲὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεϲ ἔτι τε ϲάρδαι καὶ ϲαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸϲ ταριχείαν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνεται περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν ϲάρκα. μοχθηραὶ δὲ τρίγλαι

πρὸϲ ταριχείαν εἰϲὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν ϲάρκα.

πρόδηλον δ’ ἐκ τούτων, ὅϲα μὲν ϲκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρϲώδη γίγνεται ταριχευθέντα, δύϲπεπτα πάντ’ εἶναι· τὰ δ’ ἐναντίωϲ διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίγνεται, λεπτύνει δ’ ἐϲθιόμενα τοὺϲ παχεῖϲ καὶ κολλώδειϲ χυμούϲ. ἄριϲτα δ’ ἐϲτὶ τῶν εἰϲ ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ πρὸϲ τῶν ἔμπροϲθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, ϲάρδαϲ δ’ αὐτὰϲ καλοῦϲιν οἱ νῦν, οἵ τ’ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖϲ ἔχουϲι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμύδεϲ καὶ τὰ Ϲαξιτανὰ καλούμενα.