De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὅϲα τοίνυν ἐϲτὶ φύϲει ξηρὰ ϲώματα, διαπαττόμενα τοῖϲ ἁλϲὶν ἄβρωτα γίγνεται ϲκελετευόμενα. καί τιϲ ἐπιχειρήϲαϲ ταριχεῦϲαι λαγωὸν ὅμοιον εἰργάϲατο ταῖϲ ϲκελετευθείϲαιϲ γαλαῖϲ. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν ϲάρκεϲ ἐπιτήδειοι ταριχεύεϲθαι τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ἄμετρον δ’ ὑγρότητα τῶν νέων χοίρων. ὥϲπερ γὰρ τὰ ξηρὰ ϲώματα βύρϲαιϲ ὅμοια γίγνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον ὅϲα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖϲ ἁλϲὶν ὁμιλοῦντα.
διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅϲοι μαλακόϲαρκοί τ’ εἰϲὶ καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίϲκων οἱ ἐκ καθαρᾶϲ θαλάττηϲ, εἰϲ ταριχείαν εἰϲὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεϲ ἔτι τε ϲάρδαι καὶ ϲαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸϲ ταριχείαν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνεται περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν ϲάρκα. μοχθηραὶ δὲ τρίγλαι
πρὸϲ ταριχείαν εἰϲὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν ϲάρκα.πρόδηλον δ’ ἐκ τούτων, ὅϲα μὲν ϲκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρϲώδη γίγνεται ταριχευθέντα, δύϲπεπτα πάντ’ εἶναι· τὰ δ’ ἐναντίωϲ διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίγνεται, λεπτύνει δ’ ἐϲθιόμενα τοὺϲ παχεῖϲ καὶ κολλώδειϲ χυμούϲ. ἄριϲτα δ’ ἐϲτὶ τῶν εἰϲ ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ πρὸϲ τῶν ἔμπροϲθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, ϲάρδαϲ δ’ αὐτὰϲ καλοῦϲιν οἱ νῦν, οἵ τ’ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖϲ ἔχουϲι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμύδεϲ καὶ τὰ Ϲαξιτανὰ καλούμενα.
Καθ’ ἑκάϲτην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖϲ τροφαῖϲ ἐϲτί τινα μέϲα. καὶ γὰρ τῶν ϲκληροϲάρκων καὶ μαλακοϲάρκων εὕροιϲ ἄν τι μέϲον, ὡϲ μήθ’ ἁπαλόϲαρκον ἔτι μήτε ϲκληρόϲαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε καὶ ὑγραινόντων. |
ἐπιτήδεια δ’ ἐϲθίεϲθαι τοῖϲ μὲν ἄμεμπτον διαφυλάττουϲι τὴν φυϲικὴν κρᾶϲιν ζῴοιϲ ὅϲα ταῖϲ φύϲεϲιν αὐτῶν ἐϲτιν ὅμοια, τοῖϲ δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆϲ ἔχουϲιν ἢ ὕϲτερον ἐπικτηϲαμένοιϲ οὐχ ἡ τῶν ὁμοίων αὐτοῖϲ, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ χρήϲιμοϲ. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύϲιν ἀμέμπτωϲ ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰϲ τὴν οἰκείαν κρᾶϲιν ἄγεται τὰ μοχθηρῶϲ κεκραμένα. τοιγαροῦν ἴδιον ἑκάϲτῃ φύϲει ζῴου γενήϲεται τὸ μέϲον, οἷον ἀνθρώπῳ μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε καὶ τῶν ἄλλων δ’ ἑκάϲτῳ, καὶ κατὰ μέροϲ ἀνθρώπῳ τόδε καὶ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε καὶ
προϲέτι κατὰ τὰϲ τῶν ἐπιτηδευμάτων διαφορὰϲ ἐθῶν τε καὶ χωρίων, ἐν οἷϲ ἐκ πολλοῦ διατρίβουϲιν.