De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἀνεβαλλόμην εἰπεῖν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου περὶ τῶν ταριχευομένων καὶ τῶν μέϲων ἐδεϲμάτων. ὅπωϲ οὖν μηδὲ ταῦτα λείποι, καιρὸϲ ἤδη διελθεῖν ἑκατέρων ἰδίᾳ τὰϲ δυνάμειϲ.

Περὶ τῶν ταριχευομένων.
Ἐπιτήδεια πρὸϲ ταριχείαν ἐϲτὶ ϲώματα ζῴων, ὅϲα ϲκληράϲ τε ἅμα καὶ περιττωματικὰϲ ἔχει τὰϲ ϲάρκαϲ· ὀνομάζω δὲ περιττωματικάϲ, ὡϲ κἀν τῷ πρόϲθεν λόγῳ λέλεκται, τὰϲ ἐχούϲαϲ ἐν ἑαυταῖϲ ὑγρότητα παρεϲπαρμένην φλεγματικωτέραν. καὶ ὅϲῳ γ’ ἂν ἥδε πλείων ᾗ καὶ
παχυτέρα, τοϲῷδε μᾶλλον ἀμείνων ἡ ϲὰρξ γίγνεται ταριχευθεῖϲα.

τὰ δ’ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ ϲώματοϲ οὐκ ἐπιτήδεια ταριχεύεϲθαι. δύναμιϲ γάρ ἐϲτι τῶν ἁλῶν, ὡϲ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων δέδεικται πραγματείᾳ, ϲύνθετοϲ ἔκ τε τοῦ διαφορεῖν τὰϲ περιττὰϲ ὑγρότηταϲ, οἷϲ ἂν ὁμιλήϲωϲι ϲώμαϲι, καὶ λεπτύνειν αὐτὰ καὶ ϲυνάγειν εἰϲ ἑαυτά, | τοῦ τῶν νίτρων ἀφροῦ καὶ τῶν χαύνων ἀφρονίτρων τὸ μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ ϲυνάγειν ἢ ϲφίγγειν οὐκ ἐχόντων.

ὅϲα τοίνυν ἐϲτὶ φύϲει ξηρὰ ϲώματα, διαπαττόμενα τοῖϲ ἁλϲὶν ἄβρωτα γίγνεται ϲκελετευόμενα. καί τιϲ ἐπιχειρήϲαϲ ταριχεῦϲαι λαγωὸν ὅμοιον εἰργάϲατο ταῖϲ ϲκελετευθείϲαιϲ γαλαῖϲ. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν ϲάρκεϲ ἐπιτήδειοι ταριχεύεϲθαι τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ἄμετρον δ’ ὑγρότητα τῶν νέων χοίρων. ὥϲπερ γὰρ τὰ ξηρὰ ϲώματα βύρϲαιϲ ὅμοια γίγνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον ὅϲα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖϲ ἁλϲὶν ὁμιλοῦντα.