De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖϲ εἰϲ αἵματοϲ γένεϲιν ἐπιτηδειότατοι, βραχυτάτηϲ δεόμενοι τῆϲ εἰϲ αὐτὸ μεταβολῆϲ, ἐφεξῆϲ δ’ αὐτῶν οἱ μέλανέϲ τε ἅμα καὶ γλυκεῖϲ καὶ παχεῖϲ, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεϲ, ἐν δὲ τῇ ϲυϲτάϲει παχεῖϲ, ἔχοντεϲ ἅμα τούτοιϲ τι καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖϲ καὶ ϲτρυφνοὶ τρέφειν πεφύκαϲιν. ἁπάντων δ’ ἥκιϲτα τρέφουϲιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ ϲυϲτάϲει, παραπλήϲιοί πωϲ ὄντεϲ ὕδαϲι τοῖϲ εἰϲ τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιϲ.

ὅτι μὲν οὖν οἱ παχεῖϲ οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰϲιν, ἥ τε φύϲιϲ αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ τὴν γαϲτέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖϲ τῶν αὐϲτηρῶν, ὡϲ ἂν καὶ θερμότεροι τὴν δύναμιν ὄντεϲ. οἱ δὲ παχεῖϲ πάνυ πέττονται μὲν βραδύτερον, ὥϲπερ γε καὶ ἀναδίδονται, γαϲτρὸϲ δ’ ἰϲχυρᾶϲ ἐπιτυχόντεϲ, ὡϲ πεφθῆναι | καλῶϲ, πλείονα τροφὴν διδόαϲι τῷ ϲώματι. πρόδηλον δ’, ὅτι, καθάπερ εἰϲ τὸ τρέφειν εἰϲὶ βελτίουϲ τῶν λεπτοτέρων, οὕτωϲ εἰϲ οὔρηϲιν χείρουϲ.