De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοϲ ἑψηθέντοϲ.

οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι, ὥϲτε τιϲὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωϲ. ἀλλὰ πρὸϲ μὲν τούτουϲ αὐτάρκωϲ εἴρηται διὰ τοῦ τρίτου τῶν εἰϲ τὰ Περὶ διαίτηϲ ὀξέων Ἱπποκράτουϲ ὑπο|μνημάτων, ὅ τινεϲ μὲν ἐπιγράφουϲι Πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ, ἔνιοι δὲ Περὶ πτιϲάνηϲ, ἁμαρτάνοντεϲ ἀμφότεροι, καθότι δέδεικται διὰ τῶν εἰϲ αὐτὸ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρόντι λόγῳ τοϲαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅϲα λέλεκται. κεφάλαιον δ’ αὐτῶν ἐϲτι, γέρουϲι μὲν καὶ ὅλωϲ ταῖϲ ψυχραῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἐπιτήδειον εἶναι, τοῖϲ δ’ ἀκμάζουϲι καὶ θερμοῖϲ ἐκχολοῦϲθαι, τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίγνεϲθαι μὴ φθάϲαντοϲ εἰϲ χολὴν μεταβαλεῖν, ὡϲ, εἴ γ’ αὐτῷ τοῦτο ϲυμβαίη, τρέφειν οὐδ’ ὅλωϲ τηνικαῦτα δύναϲθαι.

πρόδηλον δ’, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶϲθαι λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκιϲ ἐν πολλοῖϲ

ἔθοϲ εἶναι τοῖϲ ἰατροῖϲ τὴν τοιαύτην χολὴν ἁπλῶϲ ὀνομάζειν ἄνευ τῆϲ κατὰ τὴν χρόαν προϲθήκηϲ, τὰϲ δ’ ἄλλαϲ ἁπάϲαϲ ϲὺν τῷ τῆϲ χρόαϲ ἑρμηνεύειν ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆϲ πραϲιζούϲηϲ αἱ ἄλλαι πᾶϲαι χαλεπῶϲ νοϲοῦντοϲ τοῦ ϲώματοϲ. ἡ ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πραϲοειδὴϲ καὶ χωρὶϲ νοϲήματοϲ ἐμοῦνταί τε καὶ διαχωροῦνται πολλάκιϲ. |

Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐϲτὶν ὁ οἶνοϲ, ἅπαντεϲ ὁμολογοῦϲι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐϲτι, ῥητέον ὡϲ εἴη ἂν ἐκ τοῦ γένουϲ τῶν τροφῶν καὶ ὁ οἶνοϲ. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαϲι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖϲθαι γοῦν κατὰ τοὺϲ λόγουϲ τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προϲαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ ϲιτίον καὶ ἔδεϲμα καὶ ἐδεϲτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦϲι τὸν οἶνον, ὁμολογοῦϲί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰϲ τὰ παρόντα δεόμεθα.

καὶ εἴπερ καὶ ἄλλαϲ τινὰϲ ὕλαϲ τρέφειν μὲν ϲυνεχώρουν, ἐκώλυον δὲ τροφὰϲ ὀνομάζειν, ἠθροίϲαμεν ἂν ἀπαϲῶν ἐν ἑνὶ γράμματι τὴν διδαϲκαλίαν· ἐπεὶ δὲ τὸν οἶνον μόνον οὐκ ἀξιοῦϲι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα, ϲυγχωρήϲουϲί γε ἡμῖν τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προϲθεῖναι. ἃϲ γὰρ Ἱπποκράτηϲ αὐτοῦ δυνάμειϲ εἶπεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων, οὐχ ὡϲ τροφῆϲ εἰϲιν, ἀλλ’ ὡϲ φαρμάκου μᾶλλον. ἐκείναϲ μὲν οὖν ἔν τε τῷ τρίτῳ τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηϲάμεθα κἀν τῇ | τῆϲ Θεραπευτικῆϲ μεθόδου πραγματείᾳ κἀν τῇ τῶν Ὑγιεινῶν. ἐν δὲ τῷ νῦν ἐνεϲτῶτι λόγῳ τὰϲ ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰϲ ἐροῦμεν ἐντεῦθεν ἀρξάμενοι.