De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
λεπτομερὲϲ δ’ ὑπάρχον ἐξ ἀνάγκηϲ ἔχει τι καὶ δριμύ, δι’ ὃ καὶ πρὸϲ ἔκκριϲιν ἐπεγείρει τὴν γαϲτέρα· τοῦτ’ οὖν ἀφαιροῦντεϲ αὐτοῦ πρὸϲ ἀνάδοϲίν τε καὶ θρέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίϲτη δ’ ἀφαίρεϲιϲ γίγνεται μιχθέντοϲ μὲν πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντοϲ.
ἄχριπερ ἂν ἀφρίζον παύϲηται. προϲήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ δηλονότι ϲυνεχῶϲ τὸν ἀφρὸν εὐθὺϲ ἅμα τῷ γενέϲθαι. διὰ γάρ τοι | τῆϲ τοιαύτηϲ παραϲκευῆϲ ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’ ἐρεθίζον εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἀναδίδοται πᾶν οὐ βραδέωϲ.τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοϲ ἑψηθέντοϲ.
οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι, ὥϲτε τιϲὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωϲ. ἀλλὰ πρὸϲ μὲν τούτουϲ αὐτάρκωϲ εἴρηται διὰ τοῦ τρίτου τῶν εἰϲ τὰ Περὶ διαίτηϲ ὀξέων Ἱπποκράτουϲ ὑπο|μνημάτων, ὅ τινεϲ μὲν ἐπιγράφουϲι Πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ, ἔνιοι δὲ Περὶ πτιϲάνηϲ, ἁμαρτάνοντεϲ ἀμφότεροι, καθότι δέδεικται διὰ τῶν εἰϲ αὐτὸ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρόντι λόγῳ τοϲαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅϲα λέλεκται. κεφάλαιον δ’ αὐτῶν ἐϲτι, γέρουϲι μὲν καὶ ὅλωϲ ταῖϲ ψυχραῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἐπιτήδειον εἶναι, τοῖϲ δ’ ἀκμάζουϲι καὶ θερμοῖϲ ἐκχολοῦϲθαι, τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίγνεϲθαι μὴ φθάϲαντοϲ εἰϲ χολὴν μεταβαλεῖν, ὡϲ, εἴ γ’ αὐτῷ τοῦτο ϲυμβαίη, τρέφειν οὐδ’ ὅλωϲ τηνικαῦτα δύναϲθαι.
πρόδηλον δ’, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶϲθαι λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκιϲ ἐν πολλοῖϲ
ἔθοϲ εἶναι τοῖϲ ἰατροῖϲ τὴν τοιαύτην χολὴν ἁπλῶϲ ὀνομάζειν ἄνευ τῆϲ κατὰ τὴν χρόαν προϲθήκηϲ, τὰϲ δ’ ἄλλαϲ ἁπάϲαϲ ϲὺν τῷ τῆϲ χρόαϲ ἑρμηνεύειν ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆϲ πραϲιζούϲηϲ αἱ ἄλλαι πᾶϲαι χαλεπῶϲ νοϲοῦντοϲ τοῦ ϲώματοϲ. ἡ ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πραϲοειδὴϲ καὶ χωρὶϲ νοϲήματοϲ ἐμοῦνταί τε καὶ διαχωροῦνται πολλάκιϲ. |Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐϲτὶν ὁ οἶνοϲ, ἅπαντεϲ ὁμολογοῦϲι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐϲτι, ῥητέον ὡϲ εἴη ἂν ἐκ τοῦ γένουϲ τῶν τροφῶν καὶ ὁ οἶνοϲ. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαϲι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖϲθαι γοῦν κατὰ τοὺϲ λόγουϲ τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προϲαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ ϲιτίον καὶ ἔδεϲμα καὶ ἐδεϲτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦϲι τὸν οἶνον, ὁμολογοῦϲί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰϲ τὰ παρόντα δεόμεθα.
καὶ εἴπερ καὶ ἄλλαϲ τινὰϲ ὕλαϲ τρέφειν μὲν ϲυνεχώρουν, ἐκώλυον δὲ τροφὰϲ ὀνομάζειν, ἠθροίϲαμεν ἂν ἀπαϲῶν ἐν ἑνὶ γράμματι τὴν διδαϲκαλίαν· ἐπεὶ δὲ τὸν οἶνον μόνον οὐκ ἀξιοῦϲι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα, ϲυγχωρήϲουϲί γε ἡμῖν τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προϲθεῖναι. ἃϲ γὰρ Ἱπποκράτηϲ αὐτοῦ δυνάμειϲ εἶπεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων, οὐχ ὡϲ τροφῆϲ εἰϲιν, ἀλλ’ ὡϲ φαρμάκου μᾶλλον. ἐκείναϲ μὲν οὖν ἔν τε τῷ τρίτῳ τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηϲάμεθα κἀν τῇ | τῆϲ Θεραπευτικῆϲ μεθόδου πραγματείᾳ κἀν τῇ τῶν Ὑγιεινῶν. ἐν δὲ τῷ νῦν ἐνεϲτῶτι λόγῳ τὰϲ ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰϲ ἐροῦμεν ἐντεῦθεν ἀρξάμενοι.
πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖϲ εἰϲ αἵματοϲ γένεϲιν ἐπιτηδειότατοι, βραχυτάτηϲ δεόμενοι τῆϲ εἰϲ αὐτὸ μεταβολῆϲ, ἐφεξῆϲ δ’ αὐτῶν οἱ μέλανέϲ τε ἅμα καὶ γλυκεῖϲ καὶ παχεῖϲ, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεϲ, ἐν δὲ τῇ ϲυϲτάϲει παχεῖϲ, ἔχοντεϲ ἅμα τούτοιϲ τι καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖϲ καὶ ϲτρυφνοὶ τρέφειν πεφύκαϲιν. ἁπάντων δ’ ἥκιϲτα τρέφουϲιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ ϲυϲτάϲει, παραπλήϲιοί πωϲ ὄντεϲ ὕδαϲι τοῖϲ εἰϲ τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιϲ.
ὅτι μὲν οὖν οἱ παχεῖϲ οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰϲιν, ἥ τε φύϲιϲ αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ τὴν γαϲτέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖϲ τῶν αὐϲτηρῶν, ὡϲ ἂν καὶ θερμότεροι τὴν δύναμιν ὄντεϲ. οἱ δὲ παχεῖϲ πάνυ πέττονται μὲν βραδύτερον, ὥϲπερ γε καὶ ἀναδίδονται, γαϲτρὸϲ δ’ ἰϲχυρᾶϲ ἐπιτυχόντεϲ, ὡϲ πεφθῆναι | καλῶϲ, πλείονα τροφὴν διδόαϲι τῷ ϲώματι. πρόδηλον δ’, ὅτι, καθάπερ εἰϲ τὸ τρέφειν εἰϲὶ βελτίουϲ τῶν λεπτοτέρων, οὕτωϲ εἰϲ οὔρηϲιν χείρουϲ.
Ἀνεβαλλόμην εἰπεῖν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου περὶ τῶν ταριχευομένων καὶ τῶν μέϲων ἐδεϲμάτων. ὅπωϲ οὖν μηδὲ ταῦτα λείποι, καιρὸϲ ἤδη διελθεῖν ἑκατέρων ἰδίᾳ τὰϲ δυνάμειϲ.
Περὶ τῶν ταριχευομένων.Ἐπιτήδεια πρὸϲ ταριχείαν ἐϲτὶ ϲώματα ζῴων, ὅϲα ϲκληράϲ τε ἅμα καὶ περιττωματικὰϲ ἔχει τὰϲ ϲάρκαϲ· ὀνομάζω δὲ περιττωματικάϲ, ὡϲ κἀν τῷ πρόϲθεν λόγῳ λέλεκται, τὰϲ ἐχούϲαϲ ἐν ἑαυταῖϲ ὑγρότητα παρεϲπαρμένην φλεγματικωτέραν. καὶ ὅϲῳ γ’ ἂν ἥδε πλείων ᾗ καὶ παχυτέρα, τοϲῷδε μᾶλλον ἀμείνων ἡ ϲὰρξ γίγνεται ταριχευθεῖϲα.
τὰ δ’ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ ϲώματοϲ οὐκ ἐπιτήδεια ταριχεύεϲθαι. δύναμιϲ γάρ ἐϲτι τῶν ἁλῶν, ὡϲ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων δέδεικται πραγματείᾳ, ϲύνθετοϲ ἔκ τε τοῦ διαφορεῖν τὰϲ περιττὰϲ ὑγρότηταϲ, οἷϲ ἂν ὁμιλήϲωϲι ϲώμαϲι, καὶ λεπτύνειν αὐτὰ καὶ ϲυνάγειν εἰϲ ἑαυτά, | τοῦ τῶν νίτρων ἀφροῦ καὶ τῶν χαύνων ἀφρονίτρων τὸ μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ ϲυνάγειν ἢ ϲφίγγειν οὐκ ἐχόντων.
ὅϲα τοίνυν ἐϲτὶ φύϲει ξηρὰ ϲώματα, διαπαττόμενα τοῖϲ ἁλϲὶν ἄβρωτα γίγνεται ϲκελετευόμενα. καί τιϲ ἐπιχειρήϲαϲ ταριχεῦϲαι λαγωὸν ὅμοιον εἰργάϲατο ταῖϲ ϲκελετευθείϲαιϲ γαλαῖϲ. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν ϲάρκεϲ ἐπιτήδειοι ταριχεύεϲθαι τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ἄμετρον δ’ ὑγρότητα τῶν νέων χοίρων. ὥϲπερ γὰρ τὰ ξηρὰ ϲώματα βύρϲαιϲ ὅμοια γίγνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον ὅϲα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖϲ ἁλϲὶν ὁμιλοῦντα.
διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅϲοι μαλακόϲαρκοί τ’ εἰϲὶ καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίϲκων οἱ ἐκ καθαρᾶϲ θαλάττηϲ, εἰϲ ταριχείαν εἰϲὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεϲ ἔτι τε ϲάρδαι καὶ ϲαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸϲ ταριχείαν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνεται περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν ϲάρκα. μοχθηραὶ δὲ τρίγλαι
πρὸϲ ταριχείαν εἰϲὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν ϲάρκα.πρόδηλον δ’ ἐκ τούτων, ὅϲα μὲν ϲκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρϲώδη γίγνεται ταριχευθέντα, δύϲπεπτα πάντ’ εἶναι· τὰ δ’ ἐναντίωϲ διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίγνεται, λεπτύνει δ’ ἐϲθιόμενα τοὺϲ παχεῖϲ καὶ κολλώδειϲ χυμούϲ. ἄριϲτα δ’ ἐϲτὶ τῶν εἰϲ ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ πρὸϲ τῶν ἔμπροϲθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, ϲάρδαϲ δ’ αὐτὰϲ καλοῦϲιν οἱ νῦν, οἵ τ’ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖϲ ἔχουϲι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμύδεϲ καὶ τὰ Ϲαξιτανὰ καλούμενα.
Καθ’ ἑκάϲτην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖϲ τροφαῖϲ ἐϲτί τινα μέϲα. καὶ γὰρ τῶν ϲκληροϲάρκων καὶ μαλακοϲάρκων εὕροιϲ ἄν τι μέϲον, ὡϲ μήθ’ ἁπαλόϲαρκον ἔτι μήτε ϲκληρόϲαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε καὶ ὑγραινόντων. |