De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
πλεῖϲται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆϲ Ϲαρδοῦϲ καὶ τῶν ἐκ τῆϲ Ἰβηρίαϲ μόνων ἀπολειπόμεναι. τιμιώτατον γὰρ δὴ τοῦτο | τὸ τάριχοϲ εἰκότωϲ ἐϲτὶν ἡδονῆϲ τε καὶ μαλακότητοϲ ἕνεκα τῆϲ ϲαρκόϲ, ὀνομάζεται δὲ ϲυνήθωϲ ὑπὸ πάντων ἤδη τὰ τοιαῦτα ταρίχη ϲάρδαι. μετὰ δὲ τὰϲ ϲάρδαϲ τε καὶ πηλαμύδαϲ οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι τετίμηνται καὶ μετ’ αὐτοὺϲ οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήϲθω.
ζυγαινῶν δὲ καλῶϲ ἐμνημόνευϲεν ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ· ἐχρῆν δὲ καὶ τῆϲ ἀηδίαϲ αὐτῶν μεμνῆϲθαι, καθάπερ γε καὶ τῶν ϲαλπῶν, ἃϲ ὅλωϲ γε παρέλιπε. γόγγρουϲ δὲ καὶ φάγρουϲ καὶ λαμίαϲ καὶ ἀετοὺϲ ὀρθῶϲ εἶπε ϲκληροϲάρκουϲ εἶναι. καὶ ἄλλοι δέ τινεϲ, ὡϲ αὐτὸϲ ἔφη, τῶν ϲκληροϲάρκων ἰχθύων εἰϲίν, ὧν οὐκ εἶπε τὰϲ προϲηγορίαϲ, ὅτι μηδ’ ἐν πολλῇ χρήϲει τοῖϲ ἀνθρώποιϲ εἰϲίν· ὅθεν ἄμεινόν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῆϲ δυνάμεωϲ αὐτῶν ἐάϲανταϲ τὰϲ προϲηγορίαϲ.
ὅτι μὲν οὖν οἱ ϲκληρόϲαρκοι δυϲκατεργαϲτότεροι τῶν μαλακοϲάρκων εἰϲίν, ὀρθῶϲ εἶπεν ὁ Φυλότιμοϲ. ἥ τε γὰρ ἐν τῇ γαϲτρὶ πέψιϲ ἥ τ’ ἐν ἥπατι καὶ φλεψὶν αἱμάτωϲιϲ ἥ τε καθ’ ἕκαϲτον τῶν τρεφομένων μορίων ἐξομοίωϲιϲ ἐπὶ μὲν τοῖϲ μαλακωτέροιϲ ῥᾴων ἐϲτίν, ἐπὶ δὲ τοῖϲ ϲκληροτέροιϲ χαλεπωτέρα. γίγνεται μὲν γὰρ ἀλλοιουμένων αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦται τὰ μαλακώτερα, διότι καὶ πάϲχειν ἑτοιμότερα· πάθοϲ δ’ ἐϲτὶ τῶν ἀλλοιουμένων ἡ ἀλλοίωϲιϲ. ὀρθῶϲ οὖν εἶπεν αὐτοὺϲ εἶναι δυϲκατεργάϲτουϲ, ὀρθῶϲ δὲ καὶ παχέοϲ χυμοῦ γεννητικούϲ· ἡ μὲν γὰρ ϲκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐϲίαν, ἡ δὲ μαλακωτέρα λεπτοτέραν.
εἰ δὲ καὶ ἁλυκοὺϲ ἡ ϲκληροτέρα τροφὴ τοὺϲ χυμοὺϲ ἐργάζεται, ϲκεπτέον ἐφεξῆϲ. ὁ μὲν γὰρ Φυλότιμοϲ, ὥϲπερ γε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ, τὸν ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαινόντων γεννᾶϲθαί φηϲιν. ἐμοὶ δ’ οὐχ ἁπλῶϲ δοκεῖ δεῖν, ἀλλὰ μετὰ διοριϲμοῦ ποιεῖϲθαι τὴν ἀπόφαϲιν. ἐπεὶ δὲ κοινὸϲ ὁ λόγοϲ ἐϲτὶν ἁπάντων τῶν ϲκληρῶν ἐδεϲμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντεϲ ἐφεξῆϲ ϲκεψώμεθα.
Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν ϲκληροϲάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεϲμάτων, ὅϲα ϲκληρά, Πραξαγόραϲ καὶ Φυλότι μοϲ οἴονται τὸν | ἁλυκὸν γεννᾶϲθαι χυμὸν ἐν ταῖϲ ἐπὶ πλέον ἑψήϲεϲιν, ὀνομάζουϲι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρόν, ἀλλὰ καὶ νιτρώδη.
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ ποτε καὶ πικρόν, ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε πικρότητοϲ ἢ δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλή
θείαν, ἐάν ποτ’ εἰϲ ἄλλο μεταβάλλων ὕδωρ ἕψῃϲ, ὅτιπερ ἂν θέλῃϲ· εὑρήϲειϲ γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα, δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ.