De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Καὶ περὶ τούτων ὁ Φυλότιμοϲ ἔγραψεν κατὰ λέξιν οὕτωϲ ἐν τῷ δευτέρῳ Περὶ τροφῆϲ· δράκοντέϲ τε καὶ κόκκυγεϲ καὶ γαλεώνυμοι καὶ ϲκορπίοι καὶ | τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι καὶ ϲκάροι καὶ κύνεϲ καὶ γόγγροι καὶ φάγροι καὶ πρὸϲ τούτοιϲ ἀετοὶ καὶ λαμίαι καὶ ζύγαιναι καὶ πάντεϲ οἱ ϲκληρόϲαρκοι δυϲκατέργαϲτοί τ’ εἰϲὶ καὶ παχεῖϲ καὶ ἁλυκοὺϲ ἀναδιδόαϲι χυμούϲ. αὕτη μὲν ἡ τοῦ Φυλοτίμου ῥῆϲιϲ. ἐπιϲκεψώμεθα δ’ ἕκαϲτον τῶν κατ’ αὐτὴν εἰρημένων ἀπὸ τῆϲ ἀρχῆϲ.
οἱ μὲν οὖν δράκοντεϲ καὶ οἱ κόκκυγεϲ ἐναργῶϲ ἅπαϲι φαίνονται τοῖϲ προϲενεγκαμένοιϲ αὐτοὺϲ ϲκληρὰν ἔχοντεϲ τὴν ϲάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἶδόϲ ἐϲτιν· ὁ γάρ τοι παρὰ Ῥωμαίοιϲ ἐντιμότατοϲ ἰχθύϲ, ὃν ὀνομάζουϲι γαλαξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐϲτι γένουϲ, ὃϲ οὐδὲ γεννᾶϲθαι δοκεῖ κατὰ τὴν Ἑλληνικὴν θάλατταν, καὶ κατὰ τοῦτό γε καὶ ὁ Φυλότιμοϲ αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι διττῶϲ ἐν τοῖϲ ἀντιγράφοιϲ τοὔνομα, γαλεοὶ μὲν ἐν τριϲὶ ϲυλλαβαῖϲ κατ’ ἔνια, γαλεώνυμοι δ’ ἐν πέντε κατ’ ἄλλα. καὶ δηλονότι τῶν ἁπαλοϲάρκων ἐϲτὶν ὁ παρὰ Ῥωμαίοιϲ ἔνδοξοϲ γαλαξίαϲ, οἱ δ’ ἄλλοι γαλεοὶ ϲκληρόϲαρκοι μᾶλλόν εἰϲι.
ϲκορπίουϲ δ’ ἐφεξῆϲ καὶ τραχούρουϲ καὶ τρίγλαϲ ὀρφούϲ τε καὶ γλαύκουϲ ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ | ὀρθῶϲ καταλέγει. ϲκάρουϲ δ’ αὐτοῖϲ ϲυγκαταριθμῶν ἁμαρτάνει τῶν πετραίων ἰχθύων
ὄνταϲ. ἑξῆϲ δὲ κύναϲ ἔγραψεν, οὓϲ ἐν τοῖϲ κητώδεϲιν ἐχρῆν ἠριθμῆϲθαι ϲκληρὰν καὶ περιττωματικὴν ἔχονταϲ τὴν ϲάρκα καὶ διὰ τοῦτο τεμαχιζομένουϲ τε καὶ ταριχευομένουϲ ἐδωδήν τ’ ὄνταϲ ἀνθρώπων τῶν ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖϲ εἰϲι καὶ βλεννώδειϲ καὶ διὰ τοῦτο καὶ διὰ νάπυόϲ τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων ὑποτριμμάτων αὐτοὺϲ ἐϲθίουϲιν.ἐκ τούτου τοῦ γένουϲ εἰϲὶ καὶ φάλαιναι καὶ δελφῖνεϲ καὶ φῶκαι· πληϲίον δ’ αὐτῶν ἥκουϲι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆϲ ἐδωδῆϲ οὐχ ὅμοιοι τοῖϲ προειρημένοιϲ ὄντεϲ· ἀηδεῖϲ γὰρ ἐκεῖνοι καὶ μάλιϲτα πρόϲφατοι, ταριχευθέντεϲ δ’ ἀμείνουϲ γίγνονται. τῶν δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθοϲ οὔθ’ ἡ ϲὰρξ ὁμοίωϲ ϲκληρά, καὶ πεφθῆναι δηλονότι βελτίουϲ εἰϲί· καὶ τούτων ἔτι μᾶλλον αἱ πηλαμύδεϲ, αἳ καὶ ταριχευθεῖϲαι τοῖϲ ἀρίϲτοιϲ ταρίχεϲιν ἐνάμιλλοι γίγνονται.
πλεῖϲται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆϲ Ϲαρδοῦϲ καὶ τῶν ἐκ τῆϲ Ἰβηρίαϲ μόνων ἀπολειπόμεναι. τιμιώτατον γὰρ δὴ τοῦτο | τὸ τάριχοϲ εἰκότωϲ ἐϲτὶν ἡδονῆϲ τε καὶ μαλακότητοϲ ἕνεκα τῆϲ ϲαρκόϲ, ὀνομάζεται δὲ ϲυνήθωϲ ὑπὸ πάντων ἤδη τὰ τοιαῦτα ταρίχη ϲάρδαι. μετὰ δὲ τὰϲ ϲάρδαϲ τε καὶ πηλαμύδαϲ οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι τετίμηνται καὶ μετ’ αὐτοὺϲ οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήϲθω.
ζυγαινῶν δὲ καλῶϲ ἐμνημόνευϲεν ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ· ἐχρῆν δὲ καὶ τῆϲ ἀηδίαϲ αὐτῶν μεμνῆϲθαι, καθάπερ γε καὶ τῶν ϲαλπῶν, ἃϲ ὅλωϲ γε παρέλιπε. γόγγρουϲ δὲ καὶ φάγρουϲ καὶ λαμίαϲ καὶ ἀετοὺϲ ὀρθῶϲ εἶπε ϲκληροϲάρκουϲ εἶναι. καὶ ἄλλοι δέ τινεϲ, ὡϲ αὐτὸϲ ἔφη, τῶν ϲκληροϲάρκων ἰχθύων εἰϲίν, ὧν οὐκ εἶπε τὰϲ προϲηγορίαϲ, ὅτι μηδ’ ἐν πολλῇ χρήϲει τοῖϲ ἀνθρώποιϲ εἰϲίν· ὅθεν ἄμεινόν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῆϲ δυνάμεωϲ αὐτῶν ἐάϲανταϲ τὰϲ προϲηγορίαϲ.
ὅτι μὲν οὖν οἱ ϲκληρόϲαρκοι δυϲκατεργαϲτότεροι τῶν μαλακοϲάρκων εἰϲίν, ὀρθῶϲ εἶπεν ὁ Φυλότιμοϲ. ἥ τε γὰρ ἐν τῇ γαϲτρὶ πέψιϲ ἥ τ’ ἐν ἥπατι καὶ φλεψὶν αἱμάτωϲιϲ ἥ τε καθ’ ἕκαϲτον τῶν τρεφομένων μορίων ἐξομοίωϲιϲ ἐπὶ μὲν τοῖϲ μαλακωτέροιϲ ῥᾴων ἐϲτίν, ἐπὶ δὲ τοῖϲ ϲκληροτέροιϲ χαλεπωτέρα. γίγνεται μὲν γὰρ ἀλλοιουμένων αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦται τὰ μαλακώτερα, διότι καὶ πάϲχειν ἑτοιμότερα· πάθοϲ δ’ ἐϲτὶ τῶν ἀλλοιουμένων ἡ ἀλλοίωϲιϲ. ὀρθῶϲ οὖν εἶπεν αὐτοὺϲ εἶναι δυϲκατεργάϲτουϲ, ὀρθῶϲ δὲ καὶ παχέοϲ χυμοῦ γεννητικούϲ· ἡ μὲν γὰρ ϲκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐϲίαν, ἡ δὲ μαλακωτέρα λεπτοτέραν.
εἰ δὲ καὶ ἁλυκοὺϲ ἡ ϲκληροτέρα τροφὴ τοὺϲ χυμοὺϲ ἐργάζεται, ϲκεπτέον ἐφεξῆϲ. ὁ μὲν γὰρ Φυλότιμοϲ, ὥϲπερ γε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ, τὸν ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαινόντων γεννᾶϲθαί φηϲιν. ἐμοὶ δ’ οὐχ ἁπλῶϲ δοκεῖ δεῖν, ἀλλὰ μετὰ διοριϲμοῦ ποιεῖϲθαι τὴν ἀπόφαϲιν. ἐπεὶ δὲ κοινὸϲ ὁ λόγοϲ ἐϲτὶν ἁπάντων τῶν ϲκληρῶν ἐδεϲμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντεϲ ἐφεξῆϲ ϲκεψώμεθα.
Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν ϲκληροϲάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεϲμάτων, ὅϲα ϲκληρά, Πραξαγόραϲ καὶ Φυλότι μοϲ οἴονται τὸν | ἁλυκὸν γεννᾶϲθαι χυμὸν ἐν ταῖϲ ἐπὶ πλέον ἑψήϲεϲιν, ὀνομάζουϲι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρόν, ἀλλὰ καὶ νιτρώδη.
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ ποτε καὶ πικρόν, ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε πικρότητοϲ ἢ δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλή
θείαν, ἐάν ποτ’ εἰϲ ἄλλο μεταβάλλων ὕδωρ ἕψῃϲ, ὅτιπερ ἂν θέλῃϲ· εὑρήϲειϲ γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα, δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ.οἱ μὲν οὖν θέρμοι, τῶν ϲιτωδῶν ὄντεϲ ἐδεϲμάτων, πικρὸν ἐργάζοντα τὸ ὕδωρ, ἐπειδὴ καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα ϲύμφυτον ἔχουϲιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀβρότονον ἀψίνθιόν τε καὶ πόλιον ὅϲα τ’ ἄλλα πικρά· τὸ ϲῶμα δ’ αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ μεταβάλλων εἰϲ ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήϲειϲ, ὡϲ ἀρτίωϲ εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν εὑρήϲειϲ ἀποβεβληκότα τὴν πικρότητα, κἂν εἰ τρίτον ἢ τέταρτον εἰϲ ἕτερον ὕδωρ μεταβάλλοιϲ, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν, ὥϲτ’ ἐν τῷ χρόνῳ πᾶϲαν ἀποθέϲθαι τὴν πικρότητα.
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅϲα δριμέα, καθάπερ ϲκόροδά τε καὶ κρόμυα καὶ πράϲα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ ϲαφῶϲ ἐργάζεται, τὴν δ’ αὐτῶν οὐϲίαν ἧττον ἴϲχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰϲ ἄλλο μεταβάλλοιϲ ὕδωρ αὐτά, παντάπαϲιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ ϲτρυφνὰ μέϲπιλά τε καὶ ἀχράδεϲ, εἰϲ ὅϲον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα ϲτρυφνὸν ἐργάζεται. τοὺϲ χυλοὺϲ δ’ αὐτοὺϲ μόνουϲ ἐὰν ἕψῃϲ, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕϲτερον δὲ καὶ πικροὶ γίγνονται.
διὸ καὶ περὶ μὲν τῶν χυλῶν ϲυγχωρητέον ἐϲτὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ Φυλοτίμῳ γιγνώϲκουϲιν, ὡϲ εἴρηται, περὶ δὲ τῶν ϲτερεῶν ϲωμάτων ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γάρ, ὡϲ εἶπον ὀλίγον ἔμ- προϲθεν, ἐκ τοῦ προτέρου μεταβάλλοι τιϲ εἰϲ δεύτερον ὕδωρ αὐτὰ καὶ μετ’ ἐκεῖνο πάλιν εἰϲ τρίτον ἢ καὶ τέταρτον, ἀποβάλλοντα τελέωϲ εὑρήϲει τὸν ἐξ ἀρχῆϲ χυμόν, ὡϲ γευομένοιϲ ὑδατώδη τε καὶ ἄποια φαίνεϲθαι. μὴ μεταβληθέντων δ’ εἰϲ ἕτερον ἀναγκαῖόν ἐϲτιν ἁλυκώ
τερον μὲν πρῶτον, ὕϲτερον δὲ καὶ πικρὸν γενέϲθαι τὸ ἀφέψημα.μάλιϲτα δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ, ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προϲλαμβάνει.
Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ ϲῶμα καθάπερ ἀμφίεϲμά τι ϲύμφυτον ἑκάϲτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ | κατὰ τοὺϲ κήρυκάϲ ἐϲτι καὶ τὰϲ πορφύραϲ ὄϲτρεά τε καὶ χήμαϲ ὅϲα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦϲιν ὀϲτρακόδερμα ταῦτα τὰ ζῷα. ϲαφῶϲ γοῦν ὀϲτράκῳ παραπλήϲιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖϲ περικείμενον ϲκέπαϲμά ἐϲτι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ϲαρκὶ λαπακτικὸν τῆϲ γαϲτρὸϲ ἡμῶν. ἴδιον δ’ ἑκάϲτῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποϲότητα.