De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
παρέλιπε δ’ ἐν τούτοιϲ ὁ Φυλότιμοϲ καὶ τὸ βούγλωττον, ὥϲπερ ἐν τοῖϲ πετραίοιϲ τὸν ϲκάρον, εἰ μή τι ἄρα τῷ τῆϲ ψήττηϲ ὀνόματι καὶ κατὰ τῶν βουγλώττων ἐχρήϲατο. παραπλήϲια μὲν γάρ πωϲ ἀλλήλοιϲ ἐϲτίν, οὐ μὴν ἀκριβῶϲ ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐϲτι καὶ ἥδιον εἰϲ ἐδωδὴν καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆϲ ψήττηϲ. ἀλλὰ καὶ οἱ ϲαῦροι μέϲοι πώϲ εἰϲι τῶν ἁπαλοϲάρκων τε καὶ ϲκληρο
ϲάρκων. οὐ μὴν δεῖταί γέ τιϲ | τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξουϲ οὔτε νάπυοϲ οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίϲχροι καὶ ϲκληροί. καὶ μέντοι καὶ χρῶνται τινὲϲ μὲν ταγηνίζοντεϲ αὐτούϲ, τινὲϲ δ’ ὀπτῶντεϲ ἢ ἐν ταῖϲ λοπάϲι ϲκευάζοντεϲ, ὥϲπερ τοὺϲ ῥόμβουϲ τε καὶ κιθάρουϲ.ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων ϲκευαϲίαι τοὐπίπαν ἀπεψίαϲ εἰϲὶν αἴτιαι, καλλίϲτη δ’ εἰϲ πέψιν ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δ’ οὗτοϲ, ὅταν, ὕδατοϲ δαψιλοῦϲ ἐμβληθέντοϲ, ἐλαίου τιϲ αὔταρκεϲ ἐπιχέαϲ ἀνήθου τε καὶ πράϲου μικρόν, εἶθ’ ἡμιέφθουϲ ποιήϲαϲ ἐπεμβάλλῃ τοϲοῦτον ἁλῶν, ὡϲ μηδέπω φαίνεϲθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν.
αὕτη καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ ἐπιτήδειοϲ ἡ ϲκευαϲία, τοῖϲ δ’ ἀμέμπτωϲ ὑγιαίνουϲι καὶ ἡ διὰ τοῦ ταγήνου καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ τῆϲ ἐϲχάραϲ ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ βραχέοϲ οἴνου, τοῖϲ ταγηνιϲθεῖϲι δ’ ἁρμόττει πλέον ἢ κατὰ τούτουϲ ἔχειν οἴνου τε καὶ γάρου, βραχέοϲ ἐπιχυθέντοϲ ἐλαίου. τοῖϲ δ’ ἀνατρεπομένοιϲ ἐπὶ τῷδε τὸν ϲτόμαχον ἕτοιμον ἔϲτω παρακείμενον ὄξοϲ ἔχον ὀλίγον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεωϲ. μεταβαίνοντεϲ γὰρ ἐπὶ τὴν διὰ τούτων ἐδωδὴν ἄμεινόν τε πέττουϲι καὶ πρὸϲ τὴν διαχώρηϲιν οὐδὲν βλάπτονται, δι’ ἣν μάλιϲτά τινεϲ ἐξ οἴνου καὶ γάρου ταγηνιϲθέντα προϲφέρονται, πεπέρεωϲ μὲν ἐπεμβάλλοντεϲ οἱ πλείουϲ, ὀλίγοι δ’ ἐλαίου.
τινὲϲ δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιϲθῶϲιν ἁπλοῖϲ ἁλϲὶ περιπαϲθέντεϲ ἥδιϲτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται βελτίουϲ εὐϲτομαχώτεροί τε πάϲηϲ ἄλληϲ ϲκευαϲίαϲ. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίϲτη τοῖϲ τε μὴ γυμναζομένοιϲ ἐϲτὶ καὶ ἀργοῦϲι καὶ ἀϲθενέϲι καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεϲμάτων δέονται, περὶ ὧν ἔμπροϲθεν εἴρηται. λέλεκται δ’ ἤδη πολλάκιϲ ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸϲ ὑγίειαν
ὑπάρχειν ἀρίϲτη, διότι καὶ εὐχυμοτάτη παϲῶν ἐϲτιν· οὐδὲν δ’ εὐχυμίαϲ εἰϲ ὑγίειαν ἀϲφαλῆ μεῖζον ἐφόδιον.Καὶ περὶ τούτων ὁ Φυλότιμοϲ ἔγραψεν κατὰ λέξιν οὕτωϲ ἐν τῷ δευτέρῳ Περὶ τροφῆϲ· δράκοντέϲ τε καὶ κόκκυγεϲ καὶ γαλεώνυμοι καὶ ϲκορπίοι καὶ | τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι καὶ ϲκάροι καὶ κύνεϲ καὶ γόγγροι καὶ φάγροι καὶ πρὸϲ τούτοιϲ ἀετοὶ καὶ λαμίαι καὶ ζύγαιναι καὶ πάντεϲ οἱ ϲκληρόϲαρκοι δυϲκατέργαϲτοί τ’ εἰϲὶ καὶ παχεῖϲ καὶ ἁλυκοὺϲ ἀναδιδόαϲι χυμούϲ. αὕτη μὲν ἡ τοῦ Φυλοτίμου ῥῆϲιϲ. ἐπιϲκεψώμεθα δ’ ἕκαϲτον τῶν κατ’ αὐτὴν εἰρημένων ἀπὸ τῆϲ ἀρχῆϲ.
οἱ μὲν οὖν δράκοντεϲ καὶ οἱ κόκκυγεϲ ἐναργῶϲ ἅπαϲι φαίνονται τοῖϲ προϲενεγκαμένοιϲ αὐτοὺϲ ϲκληρὰν ἔχοντεϲ τὴν ϲάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἶδόϲ ἐϲτιν· ὁ γάρ τοι παρὰ Ῥωμαίοιϲ ἐντιμότατοϲ ἰχθύϲ, ὃν ὀνομάζουϲι γαλαξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐϲτι γένουϲ, ὃϲ οὐδὲ γεννᾶϲθαι δοκεῖ κατὰ τὴν Ἑλληνικὴν θάλατταν, καὶ κατὰ τοῦτό γε καὶ ὁ Φυλότιμοϲ αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι διττῶϲ ἐν τοῖϲ ἀντιγράφοιϲ τοὔνομα, γαλεοὶ μὲν ἐν τριϲὶ ϲυλλαβαῖϲ κατ’ ἔνια, γαλεώνυμοι δ’ ἐν πέντε κατ’ ἄλλα. καὶ δηλονότι τῶν ἁπαλοϲάρκων ἐϲτὶν ὁ παρὰ Ῥωμαίοιϲ ἔνδοξοϲ γαλαξίαϲ, οἱ δ’ ἄλλοι γαλεοὶ ϲκληρόϲαρκοι μᾶλλόν εἰϲι.