De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
περὶ δὲ τῶν κιθάρων καὶ πάνυ γε θαυμάζω τοῦ Φυλοτίμου· παραπλήϲιοϲ γὰρ ὢν ὁ ῥόμβοϲ αὐτῶν μαλακωτέραν ἔχει τὴν ϲάρκα, τῶν ὀνίϲκων ἀπολειπόμενοϲ οὐκ ὀλίγον. καὶ τούτουϲ οὖν καὶ τοὺϲ ἡπάτουϲ καλουμένουϲ καὶ τοὺϲ ἄλλουϲ, ὅϲουϲ ἔμιξε τοῖϲ πετραίοιϲ τε καὶ τοῖϲ ὀνίϲκοιϲ ὁ Φυλότιμοϲ, ἐν τῷ μέϲῳ καθεϲτηκέναι γίγνωϲκε τῶν θ’ ἁπαλοϲάρκων καὶ τῶν ϲκληροϲάρκων. οὕπω μὲν γάρ εἰϲι. ϲκληρόϲαρκοι, τῶν δ’ ἀκριβῶϲ ἁπαλοϲάρκων ἀπολείπονται.
παρέλιπε δ’ ἐν τούτοιϲ ὁ Φυλότιμοϲ καὶ τὸ βούγλωττον, ὥϲπερ ἐν τοῖϲ πετραίοιϲ τὸν ϲκάρον, εἰ μή τι ἄρα τῷ τῆϲ ψήττηϲ ὀνόματι καὶ κατὰ τῶν βουγλώττων ἐχρήϲατο. παραπλήϲια μὲν γάρ πωϲ ἀλλήλοιϲ ἐϲτίν, οὐ μὴν ἀκριβῶϲ ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐϲτι καὶ ἥδιον εἰϲ ἐδωδὴν καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆϲ ψήττηϲ. ἀλλὰ καὶ οἱ ϲαῦροι μέϲοι πώϲ εἰϲι τῶν ἁπαλοϲάρκων τε καὶ ϲκληρο
ϲάρκων. οὐ μὴν δεῖταί γέ τιϲ | τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξουϲ οὔτε νάπυοϲ οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίϲχροι καὶ ϲκληροί. καὶ μέντοι καὶ χρῶνται τινὲϲ μὲν ταγηνίζοντεϲ αὐτούϲ, τινὲϲ δ’ ὀπτῶντεϲ ἢ ἐν ταῖϲ λοπάϲι ϲκευάζοντεϲ, ὥϲπερ τοὺϲ ῥόμβουϲ τε καὶ κιθάρουϲ.ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων ϲκευαϲίαι τοὐπίπαν ἀπεψίαϲ εἰϲὶν αἴτιαι, καλλίϲτη δ’ εἰϲ πέψιν ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δ’ οὗτοϲ, ὅταν, ὕδατοϲ δαψιλοῦϲ ἐμβληθέντοϲ, ἐλαίου τιϲ αὔταρκεϲ ἐπιχέαϲ ἀνήθου τε καὶ πράϲου μικρόν, εἶθ’ ἡμιέφθουϲ ποιήϲαϲ ἐπεμβάλλῃ τοϲοῦτον ἁλῶν, ὡϲ μηδέπω φαίνεϲθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν.