De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οὐ μὴν οὐδὲ διὰ τί τὰϲ μεγίϲταϲ τρίγλαϲ ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίωϲ ταῖϲ μικροτέραιϲ ἐχούϲαϲ τὴν ϲάρκα μήτ’ εὔπεπτον, ὡϲ ἂν ἱκανῶϲ ϲκληρὰν ὑπάρχουϲαν. ὥϲτε διὰ τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰϲ μεγάλαϲ τρίγλαϲ ὠνουμένων ἠρόμην, ἥτιϲ ποτ’ ἐϲτὶν ἡ αἰτία τῆϲ ἀμφ’ αὐτὰϲ ϲπουδῆϲ. ὁ δ’ ἀπεκρίνατό μοι μάλιϲτα μὲν διὰ τὸ ἧπαρ ὠνεῖϲθαι τὰϲ τηλικαύταϲ, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοϲούτου περὶ τῶν λίχνων εἰρῆϲθαι τῇ πρὸϲ τὸ χρήϲιμον οἰκειότητι τοῦ λόγου.
γίγνονται δ’ ἄριϲται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὡϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ, οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὰϲ τροφάϲ. αἱ γοῦν τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι καὶ δυϲώδειϲ εἰϲὶ καὶ ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι. διάγνωϲιϲ δ’ αὐτῶν πρὶν μὲν ἐϲθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐϲθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέωϲ ὀδμήν τε καὶ γεῦϲιν. |