De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ παρὰ τὰϲ τροφὰϲ δὲ βελτίουϲ γίγνονται καὶ χείρουϲ. ἔνιοι μὲν γὰρ εὐποροῦϲι καὶ πόαϲ καὶ ῥιζῶν χρηϲτῶν καὶ διὰ τοῦτο κρείττουϲ εἰϲίν· ἔνιοι δ’ ἰλυώδη τε πόαν ἐϲθίουϲι καὶ ῥίζαϲ κακοχύμουϲ· καί τινεϲ αὐτῶν, ὅϲοι κατὰ ποταμοὺϲ διαιτῶνται μεγάλην διαρρέονταϲ πόλιν, ἀποπατήματ’ ἀνθρώπων καί τιναϲ ἑτέραϲ τοιαύταϲ μοχθηρὰϲ τροφὰϲ προϲφερόμενοι χείριϲτοι πάντων, ὡϲ ἔφην, εἰϲίν, ὥϲτε, κἂν βραχεῖ πλείονι χρόνῳ διαμείνωϲι νεκροί, ϲήπονταί τε παραχρῆμα καὶ μοχθηρότατον ὄζουϲιν. ἀηδεῖϲ δὲ καὶ βρωθῆναι πάντεϲ οὗτοι καὶ πεφθῆναι καὶ τὴν μὲν χρηϲτὴν τροφὴν ὀλίγην ἔχουϲι, περίττωμα δ’ οὐκ ὀλίγον. οὔκουν θαυμαϲτόν ἐϲτιν οὐδ’ εἰ κακοχυμίαν ἀθροίζουϲιν ἐν τοῖϲ ϲώμαϲι τῶν ὁϲημέραι προϲφερομένων αὐτούϲ.