De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
περιττωματικὴ μὲν γὰρ ἡ ϲάρξ ἐϲτι καὶ βλεννώδηϲ ἱκανῶϲ τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίϲτη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ, καὶ μᾶλλον, ὅταν ὑπ’ ἀνέμων καταιγίζηται· κατὰ γὰρ τὴν ϲκεπεινὴν καὶ ἀκύμονα χείρων ἡ ϲὰρξ γίγνεται τῶν ἰχθύων, ὅϲῳ καὶ ἀγυμναϲτοτέρα, ἐν δὲ ταῖϲ καλουμέναιϲ λιμνοθαλάτταιϲ ἔτι χείρων τῆϲδε, καὶ ταύτηϲ ἔτι μᾶλλον ἡ κατὰ τὰϲ λίμναϲ· εἰ δὲ καὶ ϲμικραί τινεϲ αὖται τύχοιεν οὖϲαι καὶ μήτε ποταμοὺϲ μεγάλουϲ δεχόμεναι μήτε πηγὰϲ ἔχουϲαι μήτ’ ἀπορροὴν δαψιλῆ, πολὺ δή τι χείρουϲ· εἰ δὲ καὶ μηδ’ ὅλωϲ ἀπορρέοι τι τοῦ ὕδατοϲ, ἀλλ’ εἴη ϲτάϲιμον, ἱκανῶϲ μοχθηραί.