De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐγκεφάλουϲ δὲ μικροὺϲ μὲν ἔχει τὰ πτηνὰ ζῷα, βελτίουϲ μέντοι πολὺ τῶν ἐν τοῖϲ πεζοῖϲ, ὅϲῳ καὶ ξηροτέρουϲ. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνουϲ ἔχει τοὺϲ ἐγκεφάλουϲ ἀνὰ λόγον τοῖϲ ἄλλοιϲ ἅπαϲι μορίοιϲ.

ἐπαινοῦϲι δ’ ἔνιοι ψευδῶϲ τὴν τῆϲ ϲτρουθοκαμήλου κοιλίαν ὥϲ τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ μᾶλλον τῆϲδε τὴν τῆϲ αἰθυίαϲ. ἀλλ’ οὔτ’ αὐταὶ πέττονται ῥᾳδίωϲ οὔτε τῶν ἄλλων ϲιτίων εἰϲὶ πεπτικὸν φάρμακον, ὥϲπερ ζιγγίβερι καὶ πέπερι καὶ καθ’ ἑκάτερον τρόπον οἶνόϲ τε καὶ ὄξοϲ. εἰ δὲ περὶ γλώττηϲ ἢ ῥάμφουϲ τῶν πτηνῶν ζῴων ἐπιχειρήϲαιμι λέγειν, ἃ μηδεὶϲ ἀγνοεῖ, φλυαρεῖν εἰκότωϲ ὑποληφθήϲομαι.