De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οἱ πόδεϲ δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι.
λόφουϲ δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέϲειεν ἄν τιϲ οὔτε ψέξειεν.
οἱ δ’ ὄρχειϲ ἄριϲτοι, καὶ μάλιϲτα τῶν ϲιτευτῶν ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅϲοι διὰ γάλακτοϲ ὀροῦ τὰϲ τροφὰϲ προϲηνέγκαντο. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷϲτοι· διαχώρηϲιν δ’ οὔτε προτρέπουϲιν οὔτ’ ἐπέχουϲιν.
ἐγκεφάλουϲ δὲ μικροὺϲ μὲν ἔχει τὰ πτηνὰ ζῷα, βελτίουϲ μέντοι πολὺ τῶν ἐν τοῖϲ πεζοῖϲ, ὅϲῳ καὶ ξηροτέρουϲ. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνουϲ ἔχει τοὺϲ ἐγκεφάλουϲ ἀνὰ λόγον τοῖϲ ἄλλοιϲ ἅπαϲι μορίοιϲ.
ἐπαινοῦϲι δ’ ἔνιοι ψευδῶϲ τὴν τῆϲ ϲτρουθοκαμήλου κοιλίαν ὥϲ τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ μᾶλλον τῆϲδε τὴν τῆϲ αἰθυίαϲ. ἀλλ’ οὔτ’ αὐταὶ πέττονται ῥᾳδίωϲ οὔτε τῶν ἄλλων ϲιτίων εἰϲὶ πεπτικὸν φάρμακον, ὥϲπερ ζιγγίβερι καὶ πέπερι καὶ καθ’ ἑκάτερον τρόπον οἶνόϲ τε καὶ ὄξοϲ. εἰ δὲ περὶ γλώττηϲ ἢ ῥάμφουϲ τῶν πτηνῶν ζῴων ἐπιχειρήϲαιμι λέγειν, ἃ μηδεὶϲ ἀγνοεῖ, φλυαρεῖν εἰκότωϲ ὑποληφθήϲομαι.
Τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ ἐϲτι καὶ ταῦτα διαφέροντα τριϲὶ διαφοραῖϲ ἀλλήλων, μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐϲίαν (ἀμείνω γὰρ τά τε τῶν ἀλεκτορίδων ἐϲτὶ καὶ τὰ τῶν φαϲιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν τε καὶ ϲτρουθοκαμήλων), ἑτέρᾳ δέ, καθ’ ἣν τὰ μὲν ἤδη χρόνου πλείονόϲ ἐϲτι, τὰ δ’ οὐ πρὸ πολλοῦ γεγέννηται, καὶ τρίτῃ, καθ’ ἣν τὰ μὲν ἐπὶ πλέον ἥψηται, τὰ δ’ ἄχρι τοῦ μετρίωϲ ϲυϲτῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃϲ διαφορὰϲ τὰ μὲν ἑφθὰ καλεῖται, τὰ δὲ τρομητά, τὰ δὲ ῥοφητά.
κάλλιϲτα μὲν οὖν αὐτῶν ἐϲτιν εἰϲ τροφὴν τοῦ ϲώματοϲ τὰ τρομητά, τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰϲ ἐν τῇ φάρυγγι τραχύτηταϲ ἐκλεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύϲπεπτα καὶ βραδύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωϲι τῷ ϲώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐϲτι βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα διὰ τοῦτο ταγηνιϲτὰ χειρίϲτην ἔχει τροφὴν εἰϲ ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεϲθαι κνιϲοῦται καὶ πρὸϲ τῷ παχὺν γεννᾶν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν.
ἀμείνω δὲ τῶν | ἑφθῶν τε καὶ ὀπτῶν ἐϲτι τὰ καλούμενα πνικτά. ϲκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἀναδεύϲαντεϲ αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοϲ ἐντιθέαϲι τὸ ἀγγεῖον ὕδωρ ἐχούϲῃ κακκάβῃ. θερμόν, εἶτα πωμάϲαντεϲ ἄνωθεν ὅλην αὐτὴν ὑποκαίουϲι μέχρι ϲυϲτάϲεωϲ μετρίαϲ. μετρίαϲ. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήϲια τοῖϲ ἑψηθεῖϲί τε καὶ ὀπτηθεῖϲι γίγνεται, τὰ δ’ ἐν τῷ ϲυμμέτρῳ τῆϲ παχύνϲεωϲ ἀρθέντα καὶ πεφθῆναι τῶν ϲκληρῶν ἐϲτιν ἀμείνω καὶ τροφὴν τῷ ϲώματι βελτίονα δίδωϲι.
τῆϲ αὐτῆϲ οὖν ϲυμμετρίαϲ κατὰ τὴν ϲύϲταϲιν χρὴ ϲτοχάζεϲθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖϲ λοπάϲιν ᾠῶν, οὐκ ἐπιτρέπονταϲ οὐδὲ ταῦτα παχυνθῆναι τελέωϲ, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸϲ αἴρονταϲ τὸ ἀγγεῖον.
οὐ ϲμικρὰ δ’ ἐν αὐτοῖϲ ἐϲτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸϲ τὰ παλαιά· κάλλιϲτα μὲν γὰρ τὰ νεώτατα, χείριϲτα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἀνὰ λόγον τῆϲ ἀποϲτάϲεωϲ, ἧϲ ἀφέϲτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων. |
Ἀλεκτορίδων καὶ περιϲτερῶν ἐϲθίουϲιν ἔνιοι τὸ αἷμα καὶ μάλιϲτα τῶν ϲιτευτῶν, οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν οὐτ’ εἰϲ ἡδονὴν οὔτ’ εἰϲ
τὸ πεφθῆναι, τοῦ μέντοι τῶν λαγωῶν ἀπολειπόμενον πάμπολυ. δύϲπεπτον δ’ ἐϲτὶ καὶ περιττωματικὸν ἅπαν αἷμα, καθ’ ὃν ἂν αὐτὸ τρόπον ϲκευάϲῃ τιϲ.Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ διαφοραὶ τούτων εἰϲὶ καὶ εἴδη· λεχθήϲονται δὲ νῦν, ὥϲπερ ἐπὶ τῶν ἔμπροϲθεν, αἱ πρὸϲ τὴν ἰατρικὴν χρείαν ὁμοιότητεϲ ἐν αὐτοῖϲ· ἰατρικὴν δὲ λέγειν ἢ ὑγιεινὴν οὐ διοίϲει πρόϲ γε τὰ παρόντα. περὶ πρώτων οὖν εἰρήϲεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅϲα ϲυνεχῶϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι.