De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τὰ μὲν ϲπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸϲ τὰϲ ϲάρκαϲ ἐν τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ἣν κἀν τοῖϲ πεζοῖϲ ἔχειν εἴρηται· τὰ δ’ ἔντερα παντάπαϲιν ἄβρωτα πάντων αὐτῶν ἐϲτιν, οὐ μὴν ἀνὰ λόγον γε τούτοιϲ αἱ γαϲτέρεϲ. | ἐδώδιμοί τε γάρ εἰϲι καὶ τρόφιμοι καί τινεϲ αὐτῶν καὶ ἡδεῖαι πάνυ, καθάπερ ἡ τῶν χηνῶν, ἐφεξῆϲ δ’ ἡ τῶν ϲιτευτῶν ἀλεκτορίδων.

ὥϲπερ δ’ ἐπὶ τῶν ὑῶν τὸ ϲυκωτὸν ἧπαρ ἐν τοῖϲ ζῶϲι ζῴοιϲ προπαραϲκευάζουϲιν ἡδὺ διὰ τῆϲ τῶν ἰϲχάδων ἐδωδῆϲ, οὕτωϲ ἐπὶ τῶν χηνῶν ὀρῷ γάλακτοϲ ἀναδεύοντεϲ τὰϲ τροφάϲ, ὡϲ γίγνεϲθαι μὴ μόνον ἥδιϲτον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶϲ· ὡϲαύτωϲ δὲ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἔχει.

καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔϲηϲ δ’ οὐκ ὀλίγηϲ ἐν ταῖϲ ϲαρξὶ διαφορᾶϲ τοῖϲ γεγηρακόϲι ζῴοιϲ πρὸϲ τὰ νέα ϲαφεϲτέρα πολλῷ τοῖϲ πτεροῖϲ ἐϲτιν, ὡϲαύτωϲ δὲ καὶ τοῖϲ ἰϲχνοῖϲ πρὸϲ τὰ πίονα· κάλλιϲτα μὲν γὰρ τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριϲτα δὲ τὰ τῶν ἰϲχνῶν καὶ γεγηρακότων.

οἱ πόδεϲ δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι.

λόφουϲ δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέϲειεν ἄν τιϲ οὔτε ψέξειεν.

οἱ δ’ ὄρχειϲ ἄριϲτοι, καὶ μάλιϲτα τῶν ϲιτευτῶν ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅϲοι διὰ γάλακτοϲ ὀροῦ τὰϲ τροφὰϲ προϲηνέγκαντο. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷϲτοι· διαχώρηϲιν δ’ οὔτε προτρέπουϲιν οὔτ’ ἐπέχουϲιν.