De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὑπάρχει δ’ αὐτοῖϲ, ὥϲπερ καὶ τοῖϲ ὀϲτρακοδέρμοιϲ, χυλὸϲ ὑπακτικὸϲ γαϲτρόϲ, καὶ διὰ τοῦτό τινεϲ ἀρτύοντεϲ αὐτοὺϲ δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸϲ διαχώρηϲιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήϲαιϲ ὡϲ τροφίμῳ μόνον ἐδέϲματι χρήϲαϲθαι τῇ ϲαρκὶ τοῦ ζῴου τούτου, προαφεψήϲαϲ ἐν ὕδατι μεταθήϲειϲ εἰϲ ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήϲαϲ οὕτωϲ ἀρτύϲειϲ τε καὶ
τὸ τρίτον ἑψήϲειϲ ἄχρι τοῦ τακερὰν ἀκριβῶϲ γενέϲθαι τὴν ϲάρκα. ϲκευαϲθεῖϲα γὰρ οὕτωϲ ἐφέξει μὲν τὴν γαϲτέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ ϲώματι.Ἀκραῖα μόρια τῶν πεζῶν ζῴων ἐϲθίουϲιν οἱ ἄνθρωποι πόδαϲ καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν γε δι’ ὕδατοϲ ἕψοντεϲ αὐτὰ προϲφέρονται μετ’ ὄξουϲ καὶ γάρου καί ποτε | καὶ νάπυοϲ, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου προϲεπιχέοντεϲ οἶνον, εἰϲὶ δ’ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γ’ ἐξ ὕδατοϲ ἡψημένων ἢ κατὰ τὰϲ λοπάδαϲ ἠρτυμένων.
οἱ πόδεϲ δ’ ἐπιτηδειότατοι τῶν χοίρων εἰϲὶν ἐπεμβληθέντεϲ ἑψομένῃ πτιϲάνῃ κἀκείνην ἐργάϲαϲθαι κρείττονα καὶ αὐτοὶ μαλακώτεροι γενέϲθαι καὶ διὰ τοῦτο βελτίουϲ εἴϲ τε τὴν ἐν τῷ ϲτόματι καὶ τῇ γαϲτρὶ κατεργαϲίαν.
διαφορὰ μὲν οὖν ἐϲτιν οὐχ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆϲ ϲκευαϲίαϲ οὐ μόνον ἐν τοῖϲ ἀκραίοιϲ μέρεϲι τῶν ζῴων, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ἣν ἐπὶ πλέον ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ἐροῦμεν· ὅϲον δ’ ἐπ’ αὐτοῖϲ τοῖϲ μορίοιϲ, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν δηλοῦνται μόναι παραβαλλομένων αὐτῶν ἀλλήλοιϲ, ὡϲ εἰ καὶ κατὰ τὸν αὐτὸν ἐϲκεύαϲτο τρόπον, ὡϲ καὶ πρόϲθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή.
τὰ τοίνυν ἀκραῖα μόρια τοῦ ϲώματοϲ ἥκιϲτα μὲν ἔχει πιμελήν, ἥκιϲτα δὲ καὶ τὴν ϲαρκώδη φύϲιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖϲ τό τε νευρῶδεϲ καὶ τὸ δερματῶδεϲ, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοϲ, οἷον τὸ καθ’ ὅλον τὸ ϲῶμα· γεγύμναϲται γὰρ ἐν τοῖϲ | ἀκραίοιϲ μᾶλλον. ἔϲτι δὲ διὰ τοῦτο καὶ γλιϲχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰϲ τοιαύτην ἀφικνεῖται φύϲιν. εἰκότωϲ οὖν ἐλάττονα μὲν τροφὴν δίδωϲι τῷ ϲώματι, ῥᾷον δ’ ὑπέρχεται κατὰ γαϲτέρα διὰ τὴν γλιϲχρότητα.