De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
εἰ δὲ προαφεψήϲαϲ τιϲ τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήϲειεν, οὐδ’ ὅλωϲ ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοϲούτων, ὡϲ ἐκδαπανῆϲαι τὸν ὀρὸν ἅπαντα, πρὸϲ τῷ μηκέθ’ ὑπάγειν τὴν γαϲτέρα τὸ οὕτω | ϲκευαϲθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομέν γε αὐτὸ τοῖϲ ὑπὸ δριμέων περιττωμάτων δακνομένοιϲ τὰ κατὰ τὴν γαϲτέρα. τῶν κοχλάκων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐμβαλλόμενοι κυκλίϲκοι ϲιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται.
τυροῦταί γε μὴν ἐν τῇ γαϲτρὶ ῥᾳδίωϲ τὸ οὕτω ϲκευαϲθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτόϲ τε καὶ ἁλῶν, ἀϲφαλέϲτερον δὲ καὶ ὕδατοϲ ἐπεγχεῖν, ὥϲπερ ποιοῦϲι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάϲῃϲ, εἰ τὸν ὀρὸν ἐκδαπα- νήϲαντεϲ αὖθιϲ ὕδατοϲ ἐπιχέουϲιν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγουϲιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαϲτέρα τὸ ϲύμπαν γάλα μικτὸν ἐξ ἐναντίων οὐϲιῶν ὑπάρχον, ὀροῦ τε καὶ τυροῦ.