De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ταύτῃ τοι καὶ ἀϲηπτοτέρα πλείοϲιν ἡμέραιϲ διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶϲ διῃτημένων ζῴων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττοϲ ἡ ἐξ αὐτῶν ἐϲτι τροφὴ μᾶλλον, ὥϲπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐϲτι τὴν τοιαύτην τροφὴν μᾶλλον εὐχυμοτεραν τε πολλῷ τῆϲ ἑτέραϲ ὑπάρχειν.
Καὶ τοῦτο τῆϲ ἀπὸ τῶν ζῴων ἐϲτὶ τροφῆϲ ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰϲ ὥραϲ τοῦ ἔτουϲ οὐ ϲμικρὰν διαφοράν, ἔτι δὲ μείζω τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐϲτὶ καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιϲτα λιπαρὸν τὸ τῆϲ καμήλου καὶ μετὰ ταύτην ἵππου, μετὰ δὲ ταύτην ὄνου· | ϲύμμετρον δὲ τῇ ϲυϲτάϲει τὸ τῆϲ αἰγόϲ ἐϲτι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου.