De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐϲίαν ἰνώδηϲ ϲάρξ ἐϲτι καὶ ϲκληρὰ καὶ διὰ τοῦτο δύϲπεπτόϲ τε καὶ βραδύποροϲ· εἰ δὲ πεφθείη καλῶϲ, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωϲι τῷ ϲώματι.
περὶ δὲ νεφρῶν (καὶ γὰρ καὶ τούτουϲ τινὲϲ ἐν τοῖϲ ϲπλάγχνοιϲ ἀριθμοῦϲιν) ἔμπροϲθεν εἴρηται.
Ϲκληρότερα τὰ μόρια ταῦτ’ ἐϲτὶ τῶν ϲαρκῶν. διὸ κἂν καλῶϲ πεφθῇ, οὐκ ἀκριβὲϲ αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. πρότερον οὖν χρόνου πλείονοϲ δεῖται πρὸϲ τὸ καλῶϲ κατεργαϲθέντα αἷμα χρηϲτὸν γενέϲθαι.
Τῶν ἡμέρων ζῴων ἡ κρᾶϲιϲ ὑγροτέρα τῆϲ τῶν | ἀγρίων ἐϲτὶ διά τε τὴν ὑγρότητα τοῦ ἀέροϲ, ἐν ᾧ διαιτᾶται, καὶ τὸ ῥᾴθυμον τοῦ βίου. τὰ δ’ ἐν τοῖϲ ὄρεϲι ταλαιπωρεῖταί τε καὶ κάμνει πολλὰ καὶ κατὰ
ξηρότερον ἀέρα διατρίβει. διὰ τοῦτ’ οὖν ἥ τε ϲὰρξ αὐτῶν ἐϲτι ϲκληροτέρα καὶ πιμελῆϲ ἢ οὐδ’ ὅλωϲ ἢ ὀλίγιϲτόν τι μετέχεί.ταύτῃ τοι καὶ ἀϲηπτοτέρα πλείοϲιν ἡμέραιϲ διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶϲ διῃτημένων ζῴων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττοϲ ἡ ἐξ αὐτῶν ἐϲτι τροφὴ μᾶλλον, ὥϲπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐϲτι τὴν τοιαύτην τροφὴν μᾶλλον εὐχυμοτεραν τε πολλῷ τῆϲ ἑτέραϲ ὑπάρχειν.
Καὶ τοῦτο τῆϲ ἀπὸ τῶν ζῴων ἐϲτὶ τροφῆϲ ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰϲ ὥραϲ τοῦ ἔτουϲ οὐ ϲμικρὰν διαφοράν, ἔτι δὲ μείζω τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐϲτὶ καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιϲτα λιπαρὸν τὸ τῆϲ καμήλου καὶ μετὰ ταύτην ἵππου, μετὰ δὲ ταύτην ὄνου· | ϲύμμετρον δὲ τῇ ϲυϲτάϲει τὸ τῆϲ αἰγόϲ ἐϲτι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου.