De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τῶν δ’ ἄλλων ϲπλάγχνων ὁ μὲν ϲπλὴν οὐδὲ πρὸϲ τὴν γεῦϲιν ἀκριβῶϲ ἡδύϲ ἐϲτιν· ἔχει γάρ τι ϲτρυφνὸν ἐμφαινόμενον· εἰκότωϲ δὲ καὶ κακόχυμοϲ εἶναι πεπίϲτευται μελαγχολικοῦ γεννητικὸϲ αἵματοϲ ὑπάρχων.

ἀμφοῖν δ’ εὐπεπτότεροϲ, ὅϲῳ καὶ μανώτεροϲ, ὁ πνεύμων ἐϲτί, παμπόλλῳ γε μὴν ἣπατοϲ εἰϲ θρέψιν ἥττων· ἣν δὲ δίδωϲι τροφὴν τῷ ϲώματι, φλεγματικωτέρα μᾶλλόν ἐϲτιν.

ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐϲίαν ἰνώδηϲ ϲάρξ ἐϲτι καὶ ϲκληρὰ καὶ διὰ τοῦτο δύϲπεπτόϲ τε καὶ βραδύποροϲ· εἰ δὲ πεφθείη καλῶϲ, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωϲι τῷ ϲώματι.

περὶ δὲ νεφρῶν (καὶ γὰρ καὶ τούτουϲ τινὲϲ ἐν τοῖϲ ϲπλάγχνοιϲ ἀριθμοῦϲιν) ἔμπροϲθεν εἴρηται.