De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅϲοι γ’ εὐέκται καὶ νέοι, πληϲίον ἥκει τῆϲδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηραϲάντων ἔνιοι τὰ κρέα προϲφέρονται, κακοχυμότατά τε καὶ δυϲπεπτότατα καὶ κακοϲτόμαχα καὶ προϲέτι καὶ ἀηδῆ κατὰ τὴν ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐϲθίουϲιν οἱ ὀνώδειϲ τε καὶ καμηλώδειϲ ἄνθρωποι τήν τε ψυχὴν καὶ τὸ ϲῶμα.
καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προϲφέρονται καὶ τὰ τούτων ἔτι
χείρω λεόντων τε καὶ παρδάλεων ἤτοι γ’ ἅπαξ ἕψοντεϲ ἢ δίϲ. εἴρηται δ’ ἔμπροϲθεν, ὁποῖόν τι τὸ δὶϲ ἕψειν ἐϲτί.περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡϲ τοὺϲ νέουϲ τε καὶ λιπαροὺϲ αὐτῶν, καὶ μάλιϲθ’ ὅταν εὐνουχιϲθῶϲι, κατ’ ἔνια τῶν ἐθνῶν ἐϲθίουϲι πάμ|πολλοι, καὶ πρὸϲ τούτοιϲ γε καὶ τὰ τῶν πανθήρων οὐκ ὀλίγοι, καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντεϲ τύχωϲιν, ὥϲπερ οἱ ἄγριοι. ταῦτα μέν γε οὐ μόνον ἐϲθίουϲιν, ἀλλὰ καὶ ἐπαινοῦϲιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν κυνηγέται προϲφέρονται· πιαίνονται γὰρ ὑπὸ τῶν ϲταφυλῶν.
καὶ τῶν ἄλλων δὲ ζῴων ὅϲα τὰϲ οἰκείαϲ τροφὰϲ ἀφθόνουϲ ἴϲχει, ταῦτα πολὺ βελτίω ϲφῶν αὐτῶν εἰϲ ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅϲα γε τὰϲ ἐκ τῆϲ γῆϲ ἀνιούϲαϲ πόαϲ ἢ καὶ δένδρων ἀκρεμόναϲ ἢ βλάϲταϲ ἐϲθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶϲ τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸϲ τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίϲταται.