De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
καὶ τοῦ λαγωοῦ δ’ ἡ ϲὰρξ αἵματοϲ μέν ἐϲτι παχυτέρου γεννητική βελτίων δ’ εἰϲ εὐχυμίαν ἢ κατὰ βοῦϲ καὶ πρόβατα. κακόχυμοϲ δὲ τούτων οὐδὲν ἧττόν ἐϲτι καὶ ἡ τῶν ἐλάφων καὶ ϲκληρὰ καὶ δύϲπεπτοϲ.
ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅϲοι γ’ εὐέκται καὶ νέοι, πληϲίον ἥκει τῆϲδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηραϲάντων ἔνιοι τὰ κρέα προϲφέρονται, κακοχυμότατά τε καὶ δυϲπεπτότατα καὶ κακοϲτόμαχα καὶ προϲέτι καὶ ἀηδῆ κατὰ τὴν ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐϲθίουϲιν οἱ ὀνώδειϲ τε καὶ καμηλώδειϲ ἄνθρωποι τήν τε ψυχὴν καὶ τὸ ϲῶμα.