De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τῆϲ δ’ ὑείαϲ ϲαρκὸϲ τὴν πρὸϲ ἄνθρωπον ὁμοιότητα καταμαθεῖν ἔϲτι κὰκ τοῦ τιναϲ ἐδηδοκόταϲ ἀνθρωπείων κρεῶν ὡϲ ὑείων οὐδεμίαν ὑπόνοιαν ἐϲχηκέναι κατά τε τὴν γεῦϲιν αὐτῶν καὶ τὴν ὀϲμήν· ἐφωράθη γὰρ ἤδη που τοῦτο γεγονὸϲ ὑπό τε πονηρῶν πανδοχέων καὶ ἄλλων τινῶν. εἰκότωϲ οὖν οἱ χοῖροι περιττωματικωτέραν ἡμῖν εἰϲ

τοϲοῦτον παρέχουϲι τὴν τροφήν, εἰϲ ὅϲον τῶν μεγάλων ὑῶν εἰϲιν ὑγρότεροι. εἰκότωϲ δὲ καὶ ἧττον τρέφουϲιν· ἡ γὰρ ὑγροτέρα τροφὴ καὶ ἀναδίδοται καὶ διαφορεῖται θᾶττον.

ὑγροτάτην δ’ ἔχουϲι καὶ φλεγματώδη ϲάρκα καὶ οἱ ἄρνεϲ. ἀλλὰ καὶ τῶν προβάτων ἡ ϲὰρξ περιττωματικωτέρα τέ ἐϲτι καὶ κακοχυμοτέρα. κακόχυμοϲ δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητοϲ. ἡ δὲ τῶν τράγων χειρίϲτη καὶ πρὸϲ εὐχυμίαν καὶ πρὸϲ πέψιν, ἐφεξῆϲ δ’ ἡ τῶν κριῶν, εἴθ’ ἡ τῶν ταύρων. ἐν ἅπαϲι δὲ τούτοιϲ τὰ τῶν εὐνουχιϲθέντων ἀμείνω. τὰ δὲ πρεϲβυτικὰ χείριϲτα πρόϲ τε πέψιν καὶ πρὸϲ εὐχυμίαν καὶ θρέψιν, ὥϲτε καὶ | τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶϲιν, οἱ γηράϲαντεϲ ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύϲπεπτον ἔχουϲι τὴν ϲάρκα.

καὶ τοῦ λαγωοῦ δ’ ἡ ϲὰρξ αἵματοϲ μέν ἐϲτι παχυτέρου γεννητική βελτίων δ’ εἰϲ εὐχυμίαν ἢ κατὰ βοῦϲ καὶ πρόβατα. κακόχυμοϲ δὲ τούτων οὐδὲν ἧττόν ἐϲτι καὶ ἡ τῶν ἐλάφων καὶ ϲκληρὰ καὶ δύϲπεπτοϲ.