De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὅταν οὖν ἀκούϲῃϲ μου παραβάλλοντοϲ ἀλλήλοιϲ εἴδη ζῴων, ἐξέταζε καὶ κρῖνε καὶ βαϲάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶϲ τεθραμμένον καὶ πῖον ἰϲχνῷ καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοϲ ἡ κρίϲιϲ), ἀλλὰ τὸ καθ’ ἕκαϲτον εἶδοϲ ἢ γένοϲ ἢ ὅπωϲ ἂν ἐθέλῃϲ ὀνομάζειν. ἄριϲτα διακείμενον ἑτέρῳ τοι
οὑτῳ.οὔκουν ἔτι δεήϲομαι λόγων μακρῶν εἰϲ τὸ τὰ καθ’ ἔκαϲτον ἔθνοϲ ἐπιχώρια τῶν ζῴων ἅπαντα διέρχεϲθαι, καθάπερ ἐν μὲν Ἰβηρίᾳ τὸ τοῖϲ λαγωοῖϲ ὅμοιον ζωῦφιον, ὃ καλοῦϲι κοῦνικλον, ἐν Λευκανίᾳ δὲ τῆϲ Ἰταλίαϲ τὸ μεταξύ πωϲ ἄρκτου τε καὶ ϲυόϲ, ὥϲπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν ἢ μυωξῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέϲῳ κατά τε τὴν αὐτὴν χώραν τῆϲ Ἰταλίαϲ ἐν ἄλλοιϲ τε πολλοῖϲ τόποιϲ ἐϲθιόμενον.
ὅcα γὰρ εὔτροφα τῶν τοιούτων ζῴων ἐϲτὶ καὶ ϲαφῶϲ πίονα, ταῦτα τῇ | πείρᾳ βαϲάνιζε, τοὺϲ τρόπουϲ τῆϲ ϲκευαίαϲ αὐτῶν, οὓϲ ἐξ ἐμπειρίαϲ ἔμαθον ἕκαϲτοϲ τῶν ἐπιχωρίων, ἀκούων τε καὶ μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐϲτὶν ἡ δύναμιϲ αὐτὼν ἑκάϲτου, ἤδη ϲοι πάρεϲτι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅϲα μὲν γὰρ ὀπτῶντεϲ ἢ ταγηνίζοντεϲ ἐϲθίουϲι, ξηροτέραν τροφὴν τῷ ϲώματι δίδωϲι, ὅϲα δ’ ἐν ὕδατι προαφεψήϲαντεϲ, ὑγροτέραν, ὅϲα δ’ ἐν ταῖϲ λοπάϲιν ἀρτύοντεϲ, ἐν τῷ μεταξὺ τούτων ἐϲτί.
καὶ τούτων δ’ αὐτῶν οὐ ϲμικρὰ γίγνεται διαφορὰ παρὰ τὸν τρόπον τῆϲ ἀρτύϲεωϲ· ὅϲα μὲν γὰρ ἔχει δαψιλῶϲ οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐϲτί· τὰ δὲ τούτων μὲν ἐνδεέϲτερα, ἤτοι δὲ ϲίραιον ἔχοντα πλέον, ὅ τινεϲ ἕψημα καλοῦϲιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἑψηθέντα πολλῷ τῶν προειρημένων ἐϲτὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατοϲ μόνου, καὶ τούτων ἐϲτὶν ἔθ’ ὑγρότερα.
μεγίϲτη δ’ ἐν τῇ ϲκευαϲίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖϲ δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἦττον. ἔϲτι δὲ ταῦτα τὰ ϲπέρματα μὲν ἀνήθου καὶ ϲελίνου
καὶ κάρου καὶ λιβυϲτικοῦ | καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράϲα καὶ κρόμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδηϲ μίνθη καὶ ὀρίγανοϲ ὅϲα τ’ ἄλλα τοιαῦτα τῆϲ ὀψαρτυτικῆϲ ὄντα πραγματείαϲ, ἣν νῦν οὐ πρόκειται διέρχεϲθαι.τὴν παραβολὴν δὲ τῆϲ διαφορᾶϲ τῶν ζῴων ὥϲπερ ἔμπροϲθεν ἔφαμεν χρῆναι ποιεῖϲθαι τῶν ἄριϲτα ταῖϲ ἕξεϲιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐϲκευαϲμένων ἄριϲτα γιγνέϲθω. ταῦτα μὲν οὖν αὐτάρκη ϲοι περὶ τῆϲ τῶν πεζῶν ζῴων ϲαρκὸϲ ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡϲ ἔχει τῆϲ δυνάμεωϲ, ἐφεξῆϲ ἀκούϲῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν λόγον.
Ὅτι μὲν οὖν οὔτ’ ἐν τοῖϲ πτηνοῖϲ οὔτ’ ἐν τοῖϲ ἐνύδροιϲ ἀριθμεῖϲθαι χρὴ τοῦτο τὸ ζῷον, ἄντικρυϲ δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖϲ πεζοῖϲ αὐτοῦ μνημονεύϲαιμεν, οὐδ’ ὅλωϲ ἐροῦμέν τι περὶ τῆϲ ἐκ κοχλίου τροφῆϲ. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥϲπερ τοὺϲ ἐκ τῶν ξύλων ϲκώληκαϲ ἐχίδναϲ τε καὶ τοὺϲ ἄλλουϲ ὄφειϲ ὅϲα τε κατ’ Αἴγυπτον καὶ ἄλλα τινὰ τῶν ἐθνῶν ἐϲθίουϲιν· οὔτε | γὰρ ἐκείνων τιϲ ἀναγνώϲεται ταῦτα, καὶ ἡμεῖϲ οὐκ ἄν ποτε φάγοιμέν τι τῶν ἐκείνοιϲ ἐδωδίμων. κοχλίαϲ δ’ ὁϲημέραι πάντεϲ Ἕλληνεϲ ἐϲθίουϲιν, ἔχονταϲ μὲν ϲκληρὰν τὴν ϲάρκα καὶ διὰ τοῦτο δύϲπεπτον, εἴ γε μὴν πεφθείη, τροφιμωτάτην.
ὑπάρχει δ’ αὐτοῖϲ, ὥϲπερ καὶ τοῖϲ ὀϲτρακοδέρμοιϲ, χυλὸϲ ὑπακτικὸϲ γαϲτρόϲ, καὶ διὰ τοῦτό τινεϲ ἀρτύοντεϲ αὐτοὺϲ δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸϲ διαχώρηϲιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήϲαιϲ ὡϲ τροφίμῳ μόνον ἐδέϲματι χρήϲαϲθαι τῇ ϲαρκὶ τοῦ ζῴου τούτου, προαφεψήϲαϲ ἐν ὕδατι μεταθήϲειϲ εἰϲ ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήϲαϲ οὕτωϲ ἀρτύϲειϲ τε καὶ
τὸ τρίτον ἑψήϲειϲ ἄχρι τοῦ τακερὰν ἀκριβῶϲ γενέϲθαι τὴν ϲάρκα. ϲκευαϲθεῖϲα γὰρ οὕτωϲ ἐφέξει μὲν τὴν γαϲτέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ ϲώματι.Ἀκραῖα μόρια τῶν πεζῶν ζῴων ἐϲθίουϲιν οἱ ἄνθρωποι πόδαϲ καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν γε δι’ ὕδατοϲ ἕψοντεϲ αὐτὰ προϲφέρονται μετ’ ὄξουϲ καὶ γάρου καί ποτε | καὶ νάπυοϲ, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου προϲεπιχέοντεϲ οἶνον, εἰϲὶ δ’ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γ’ ἐξ ὕδατοϲ ἡψημένων ἢ κατὰ τὰϲ λοπάδαϲ ἠρτυμένων.
οἱ πόδεϲ δ’ ἐπιτηδειότατοι τῶν χοίρων εἰϲὶν ἐπεμβληθέντεϲ ἑψομένῃ πτιϲάνῃ κἀκείνην ἐργάϲαϲθαι κρείττονα καὶ αὐτοὶ μαλακώτεροι γενέϲθαι καὶ διὰ τοῦτο βελτίουϲ εἴϲ τε τὴν ἐν τῷ ϲτόματι καὶ τῇ γαϲτρὶ κατεργαϲίαν.
διαφορὰ μὲν οὖν ἐϲτιν οὐχ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆϲ ϲκευαϲίαϲ οὐ μόνον ἐν τοῖϲ ἀκραίοιϲ μέρεϲι τῶν ζῴων, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ἣν ἐπὶ πλέον ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ἐροῦμεν· ὅϲον δ’ ἐπ’ αὐτοῖϲ τοῖϲ μορίοιϲ, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν δηλοῦνται μόναι παραβαλλομένων αὐτῶν ἀλλήλοιϲ, ὡϲ εἰ καὶ κατὰ τὸν αὐτὸν ἐϲκεύαϲτο τρόπον, ὡϲ καὶ πρόϲθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή.
τὰ τοίνυν ἀκραῖα μόρια τοῦ ϲώματοϲ ἥκιϲτα μὲν ἔχει πιμελήν, ἥκιϲτα δὲ καὶ τὴν ϲαρκώδη φύϲιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖϲ τό τε νευρῶδεϲ καὶ τὸ δερματῶδεϲ, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοϲ, οἷον τὸ καθ’ ὅλον τὸ ϲῶμα· γεγύμναϲται γὰρ ἐν τοῖϲ | ἀκραίοιϲ μᾶλλον. ἔϲτι δὲ διὰ τοῦτο καὶ γλιϲχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰϲ τοιαύτην ἀφικνεῖται φύϲιν. εἰκότωϲ οὖν ἐλάττονα μὲν τροφὴν δίδωϲι τῷ ϲώματι, ῥᾷον δ’ ὑπέρχεται κατὰ γαϲτέρα διὰ τὴν γλιϲχρότητα.