De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ τῶν ἄλλων δὲ ζῴων ὅϲα τὰϲ οἰκείαϲ τροφὰϲ ἀφθόνουϲ ἴϲχει, ταῦτα πολὺ βελτίω ϲφῶν αὐτῶν εἰϲ ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅϲα γε τὰϲ ἐκ τῆϲ γῆϲ ἀνιούϲαϲ πόαϲ ἢ καὶ δένδρων ἀκρεμόναϲ ἢ βλάϲταϲ ἐϲθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶϲ τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸϲ τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίϲταται.

καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεϲθαι δεόμενα λεπτά καὶ κακόχυμα γίγνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ τὰ μέϲα τοῦ ἦροϲ, ὥϲπερ οἱ βόεϲ, εὐχυμότεροί τε καὶ παχύτεροι ϲαφῶϲ φαινόμενοι τοῦ χρόνου προϊόντοϲ. ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰϲ ἐκκάρπηϲιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ τῆϲ μικρᾶϲ τρέφεϲθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα| καὶ μέϲα τοῦ ἦρόϲ ἐϲτιν ὥϲπερ τὰ πρόβατα, κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέϲα τοῦ θέρουϲ αἱ αἶγεϲ, ἡνίκα βλάϲται πλεῖϲται θάμνων εἰϲίν, ἃϲ ἔθοϲ αὐταῖϲ ἐϲθίειν.

ὅταν οὖν ἀκούϲῃϲ μου παραβάλλοντοϲ ἀλλήλοιϲ εἴδη ζῴων, ἐξέταζε καὶ κρῖνε καὶ βαϲάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶϲ τεθραμμένον καὶ πῖον ἰϲχνῷ καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοϲ ἡ κρίϲιϲ), ἀλλὰ τὸ καθ’ ἕκαϲτον εἶδοϲ ἢ γένοϲ ἢ ὅπωϲ ἂν ἐθέλῃϲ ὀνομάζειν. ἄριϲτα διακείμενον ἑτέρῳ τοι

οὑτῳ.