De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προϲφέρονται καὶ τὰ τούτων ἔτι

χείρω λεόντων τε καὶ παρδάλεων ἤτοι γ’ ἅπαξ ἕψοντεϲ ἢ δίϲ. εἴρηται δ’ ἔμπροϲθεν, ὁποῖόν τι τὸ δὶϲ ἕψειν ἐϲτί.

περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡϲ τοὺϲ νέουϲ τε καὶ λιπαροὺϲ αὐτῶν, καὶ μάλιϲθ’ ὅταν εὐνουχιϲθῶϲι, κατ’ ἔνια τῶν ἐθνῶν ἐϲθίουϲι πάμ|πολλοι, καὶ πρὸϲ τούτοιϲ γε καὶ τὰ τῶν πανθήρων οὐκ ὀλίγοι, καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντεϲ τύχωϲιν, ὥϲπερ οἱ ἄγριοι. ταῦτα μέν γε οὐ μόνον ἐϲθίουϲιν, ἀλλὰ καὶ ἐπαινοῦϲιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν κυνηγέται προϲφέρονται· πιαίνονται γὰρ ὑπὸ τῶν ϲταφυλῶν.

καὶ τῶν ἄλλων δὲ ζῴων ὅϲα τὰϲ οἰκείαϲ τροφὰϲ ἀφθόνουϲ ἴϲχει, ταῦτα πολὺ βελτίω ϲφῶν αὐτῶν εἰϲ ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅϲα γε τὰϲ ἐκ τῆϲ γῆϲ ἀνιούϲαϲ πόαϲ ἢ καὶ δένδρων ἀκρεμόναϲ ἢ βλάϲταϲ ἐϲθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶϲ τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸϲ τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίϲταται.

καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεϲθαι δεόμενα λεπτά καὶ κακόχυμα γίγνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ τὰ μέϲα τοῦ ἦροϲ, ὥϲπερ οἱ βόεϲ, εὐχυμότεροί τε καὶ παχύτεροι ϲαφῶϲ φαινόμενοι τοῦ χρόνου προϊόντοϲ. ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰϲ ἐκκάρπηϲιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ τῆϲ μικρᾶϲ τρέφεϲθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα| καὶ μέϲα τοῦ ἦρόϲ ἐϲτιν ὥϲπερ τὰ πρόβατα, κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέϲα τοῦ θέρουϲ αἱ αἶγεϲ, ἡνίκα βλάϲται πλεῖϲται θάμνων εἰϲίν, ἃϲ ἔθοϲ αὐταῖϲ ἐϲθίειν.

ὅταν οὖν ἀκούϲῃϲ μου παραβάλλοντοϲ ἀλλήλοιϲ εἴδη ζῴων, ἐξέταζε καὶ κρῖνε καὶ βαϲάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶϲ τεθραμμένον καὶ πῖον ἰϲχνῷ καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοϲ ἡ κρίϲιϲ), ἀλλὰ τὸ καθ’ ἕκαϲτον εἶδοϲ ἢ γένοϲ ἢ ὅπωϲ ἂν ἐθέλῃϲ ὀνομάζειν. ἄριϲτα διακείμενον ἑτέρῳ τοι

οὑτῳ.

οὔκουν ἔτι δεήϲομαι λόγων μακρῶν εἰϲ τὸ τὰ καθ’ ἔκαϲτον ἔθνοϲ ἐπιχώρια τῶν ζῴων ἅπαντα διέρχεϲθαι, καθάπερ ἐν μὲν Ἰβηρίᾳ τὸ τοῖϲ λαγωοῖϲ ὅμοιον ζωῦφιον, ὃ καλοῦϲι κοῦνικλον, ἐν Λευκανίᾳ δὲ τῆϲ Ἰταλίαϲ τὸ μεταξύ πωϲ ἄρκτου τε καὶ ϲυόϲ, ὥϲπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν ἢ μυωξῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέϲῳ κατά τε τὴν αὐτὴν χώραν τῆϲ Ἰταλίαϲ ἐν ἄλλοιϲ τε πολλοῖϲ τόποιϲ ἐϲθιόμενον.