De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καλῶ δὲ ϲτέμφυλα τὰ ϲτερεὰ λείψανα τῆϲ ϲταφυλῆϲ, ἐπειδὰν ἐν ταῖϲ ληνοῖϲ αὐτῶν ἐκθλιβῇ πᾶϲ ὁ χυλόϲ. ἃ καὶ αὐτὰ ϲυντιθέαϲιν ἐν πίθοιϲ οἱ ἄνθρωποι, ϲφίγγοντέϲ τε καὶ πιλοῦντεϲ ἰϲχυρῶϲ ὀνομάζοντέϲ τε τρύγα ταὐτὸν τοῦθ’, ὅπερ ἐγὼ ϲτέμφυλον ἐκάλεϲα. τὴν δὲ τοῦ ϲτεμφύλου προϲηγορίαν ἐπιφέρουϲιν αὐτοὶ τῷ τῶν κλημάτων ἐκπεφυκότι ῥιζώματι τῶν | ῥαγῶν. [τοῦτο δ’ ἡμεῖϲ βοτρυοῦχον καλοῦμεν, ὅθεν ἐξήρτηνται αἱ ῥᾶγεϲ.] εἰϲ ταύτην οὖν τὴν τρύγα τὰϲ καινὰϲ χύτραϲ πλήρειϲ τῶν ϲταφυλῶν ἐντιθέαϲι, πώμαϲι ϲτεγνοῦντεϲ ἀκριβῶϲ, ὡϲ μηδαμόθι παραπνεῖϲθαι, καὶ καθ’ ὃ ϲυμβάλλει γε τὸ πῶμα τῇ χύτρᾳ, πίτταν ἐπαλείφουϲιν ἀποκλείουϲαν ἁπάϲαϲ τὰϲ διαπνοάϲ. εἶναι δὲ χρὴ καὶ τὴν χύτραν αὐτὴν ἐξ εὐώδουϲ τε πηλοῦ καὶ τελέωϲ ὠπτημένου.

τονωτικὴ μὲν οὖν ἐκλύτου γαϲτρὸϲ ἡ τοιαύτη ϲταφυλὴ καὶ τοὺϲ ἀνο

ρέκτουϲ ἐπεγείρει πρὸϲ ἐδωδὴν ϲιτίων, οὐ μὴν ὑπέρχεταί γε κατὰ γαϲτέρα, καὶ εἰ πλείων βρωθείη, κεφαλῆϲ ἅπτεται. ταύτηϲ δ’ ἔτι μᾶλλόν ἐϲτι κεφαλαλγὴϲ ἡ ἐκ τοῦ γλεύκουϲ. ἡ μέντοι κρεμαϲθεῖϲα κεφαλὴν οὐδ’ ὅλωϲ πλήττει, γαϲτέρα δ’ οὔτ’ ἐπέχειν οὔτε προτρέπειν εἰϲ διαχώρηϲιν πέφυκεν. ὡϲαύτωϲ δ’ ἔχει καὶ πρὸϲ τὴν ὄρεξιν, οὔτ’ ἐπεγείρουϲα τὴν ἄρρωϲτον οὔτ’ ἐκλύουϲα τὴν εὔρωϲτον. εὐπεπτοτέρα δ’ ἐϲτὶ τῶν ἄλλων ϲταφυλῶν, ἃϲ ἐν γλεύκει καὶ ϲτεμφύλοιϲ ἔφην ἀποτίθεϲθαι τοὺϲ ἀνθρώπουϲ εἰϲ ὅλον τὸν ἑξῆϲ ἐνιαυτὸν ἄχρι τοῦ δευτέρου τρυγητοῦ. αἱ κρεμαϲθεῖϲαι δ’ αὐτῶν, ὅταν ξηρανθῶϲιν, ἄχρη|ϲτοι γίγνονται, τινὲϲ μὲν κατὰ τὸ ἔαρ εὐθέωϲ, ἐν δ’ οὖν τῷ θέρει πάντωϲ.

οὐ ϲμικρὰ δὲ διαφορὰ τῶν ϲταφυλῶν ἐϲτι καὶ κατὰ τὸ γλυκείαϲ ἢ αὐϲτηρὰϲ ἢ ὀξείαϲ εἶναι ἢ μηδεμίαν ἐχούϲαϲ ϲφοδρὰν ποιότητα· καλοῦϲι δ’ αὐτὰϲ οἰνώδειϲ. αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουϲι τὸν χυλόν, διὸ καὶ διψώδειϲ εἰϲίν, αἱ δ’ αὐϲτηραί τε καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ’ οἰνώδειϲ ἐν τῷ μέϲῳ θερμοῦ τε καὶ ψυχροῦ. γαϲτέρα δ’ ὑπάγουϲιν αἱ γλυκεῖαι, καὶ μάλιϲθ’ ὅταν ὦϲιν ὑγραί, μετὰ ταύταϲ δ’ αἱ οἰνώδειϲ ὑγραί.

μοχθηραὶ δ’ οὐκ εἰϲ ταῦτα μόνον, ἀλλὰ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἀνάδοϲίν τε καὶ θρέψιν αἵ τ’ ὀξεῖαι καὶ αὐϲτηραὶ ϲταφυλαί. αἱ μὲν οὖν ὀξεῖαι, κἂν ἀκριβῶϲ ἐπὶ τῆϲ ἀμπέλου πεπανθεῖϲαι κρεμαϲθῶϲιν, οὐδ’ οὕτω γίγνονται γλυκεῖαι, τῶν δ’ αὐϲτηρῶν ἔνιαι μεταβάλλουϲιν εἰϲ τὸ γλυκύτερον ἐπὶ πλέον κρεμαϲθεῖϲαι. ταῖϲ ϲτρυφναῖϲ δέ, καθάπερ καὶ ταῖϲ ὀξείαιϲ, οὐδ’ ἂν ἐπὶ πλεῖϲτον κρέμωνται, τὴν εἰϲ γλυκύτητα μεταβολὴν οἷόν τε ϲχεῖν· διὸ καὶ φυλάττεϲθαι τὴν ἐδωδὴν αὐτῶν ἀεὶ προϲήκει.

παϲῶν μὲν οὖν ἀϲφαλεϲτάτη χρῆϲίϲ ἐϲτιν, ὅταν ϲαρκώδειϲ τ’ ὦϲιν αἱ ϲταφυλαὶ φύϲει πεπειροτάτων τ’ αὐτῶν

τιϲ ἐϲθίῃ ϲυμμέτρωϲ, εἴτ’ οὖν ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖϲτον πεπανθειϲῶν εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρεμαϲθῆναι προϲλαβουϲῶν. ἐφεξῆϲ δὲ τῶν ὑγρῶν ἄνευ ποιότητοϲ ὀξείαϲ ἢ αὐϲτηρᾶϲ ἕνεκεν ὑπαγωγῆϲ γαϲτρὸϲ ἐγχωρεῖ δαψιλῶϲ ἐϲθίειν. ἔνιοι δὲ καὶ γλεῦκοϲ πίνουϲι τῆϲ αὐτῆϲ χρείαϲ ἕνεκα καὶ μάλιϲτα τὸ γλυκύτατον· ὑπακτικώτατον γὰρ τοῦτο, τὸ δ’ ἐξ αὐϲτηρῶν ἢ ὀξειῶν ϲταφυλῶν φαυλότατον εἰϲ πάντα.

ἐγὼ μὲν οὖν τοῖϲ ὀνόμαϲιν οὕτωϲ ἐχρηϲάμην, ὡϲ οἱ νῦν ἄνθρωποι χρῶνται, βέλτιον ἡγούμενοϲ εἶναι διδάξαι ϲαφῶϲ τὰ πράγματα τοῦ παλαιῶϲ ἀττικίζειν. οἷϲ δὲ τοῦτο τιμιώτερόν ἐϲτι τῆϲ ϲαφοῦϲ διδαϲκαλίαϲ, βρύτια μὲν ὀνομάζουϲι τὰ τῶν ϲταφυλῶν ϲτερεὰ μόρια, τοῦ γλεύκουϲ ἐκθλιβέντοϲ, ϲτέμφυλα δὲ τὰ τῶν ἐλαῶν, ὅταν ἐκθλιβῇ τοὔλαιον· τό γε μὴν ὑφιϲτάμενον τοῖϲ οἴνοιϲ παχὺ τοῖϲ πολλοῖϲ ὡϲαύτωϲ ὀνομάζουϲιν οἱ ἀττικίζοντεϲ τρύγα. ὥϲτ’ οὐδ’ ὁμωνυμία τίϲ ἐϲτι παρ’ αὐτοῖϲ, ὥϲπερ παρὰ τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ, ὅϲοι καὶ τὰ βρύτια τρύγα καλοῦϲι. καὶ μὴν | καὶ τρίτον τι ϲημαινόμενόν ἐϲτι τοῦ τῆϲ τρυγὸϲ ὀνόματοϲ ἐν ἔθει τοῖϲ νῦν Ἕλληϲι. τὸ γάρ τοι τῶν βρυτίων ἀπόβρεγμα τρύγα καλοῦϲιν, ὅπερ αὗ πάλιν οἱ ἀττικίζοντεϲ ὀνομάζουϲι δευτερίαν. [ϲτεμφυλίτηϲ οὗτοϲ παρ’ ἡμῖν καλεῖται.]