De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐμπεφραγμένοιϲ δὲ καὶ ϲκιρουμένοιϲ αὐταὶ μὲν καθ’ ἑαυτὰϲ οὐδὲν οὔτ’ εἰϲ ὠφέλειαν οὔτ’ εἰϲ βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖϲ τέμνουϲί τε καὶ λεπτύνουϲι καὶ ῥύπτουϲι φαρμάκοιϲ οὐ ϲμικρὸν ὄφελόϲ εἰϲι καὶ διὰ τοῦτ’ αὐτὰϲ διδόαϲι μετὰ θύμων ἢ πεπέρεωϲ ἢ ζιγγιβέρεωϲ ἢ γλήχωνοϲ ἢ θύμβραϲ ἢ
καλαμίνθηϲ ἢ ὀριγάνου ἢ ὑϲϲώπου πρὸ πολλοῦ γε τῆϲ τροφῆϲ ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ ϲπληνὶ διαθέϲεων. ὡϲαύτωϲ δὲ καὶ ἐὰν μετά τινοϲ τῶν ἄλλων, ὅϲα δριμεῖαν ἢ ὅλωϲ λεπτυντικήν τε καὶ τμητικὴν ἔχει δύναμιν, ἡ προϲφορὰ γίγνηται τῶν ἰϲχάδων, ὠφέλιμόϲ ἐϲτιν οὐ μόνον | τοῖϲ οὕτω πάϲχουϲιν, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν· ἀνεῳγμέναϲ γὰρ εἶναι τὰϲ καθ’ ἧπαρ διεξόδουϲ τῆϲ τροφῆϲ οὐ τοῖϲ κάμνουϲι μόνον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν ἀϲφαλέϲτατον.οὕτω γοῦν καὶ τὰ ϲῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν τῶν ϲκευαϲτῶν καὶ δι’ ὄξουϲ καὶ γάρου προϲφέρονται πολλοὶ τῇ πείρᾳ τὸ χρήϲιμον εὑρηκότεϲ. εἰκὸϲ δὲ καὶ τῶν ἰατρῶν τινοϲ ὑποθεμένου πράττειν οὕτωϲ ἐνίοιϲ αὐτῶν εἰϲ πολλοὺϲ ἐκταθῆναι τὴν γνῶϲιν. ὅϲοι δὲ μετὰ τινοϲ τῶν παχυνόντων ἐδεϲμάτων ἐϲθίουϲι τά τε ϲῦκα καὶ τὰϲ ἰϲχάδαϲ, οὐ ϲμικρὰ βλάπτονται.