De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

οὐ ϲμικρὰ δ’ ὑπεροχὴ τῶν πεπείρων ἐϲτὶ πρὸϲ τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺϲ ἄλλουϲ μὲν ἅπανταϲ ἐμφαινομένη καρπούϲ, οὐ μὴν τοϲοῦτόν γε διαφέρουϲα. τὸ γάρ τοι πέπειρον ἀκριβῶϲ ϲῦκον ἐγγὺϲ τοῦ μηδ’ ὅλωϲ βλάπτειν ἥκει, παραπλήϲιον ἤδη ταῖϲ ἰϲχάϲι, πολλὰ μὲν ἐχούϲαιϲ τὰ χρήϲιμα, μοχθηρὸν δ’ ἕν τι τοῖϲ πλεονάζουϲιν ἐν αὐταῖϲ. οὐ πάνυ γὰρ αἷμα γεν|νῶϲι χρηϲτόν, ὅθεν αὐταῖϲ καὶ τὸ τῶν φθειρῶν πλῆθοϲ ἕπεται.

δύναμιν δ’ ἔχουϲι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐξορμῶϲι καὶ νεφροὺϲ ἐκκαθαίρουϲιν. ἥπατι δὲ καὶ ϲπληνὶ φλεγμαίνουϲι μέν εἰϲι βλαβεραί, καθάπερ καὶ τὰ ϲῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεϲμάτων τε καὶ πομά των, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον·

ἐμπεφραγμένοιϲ δὲ καὶ ϲκιρουμένοιϲ αὐταὶ μὲν καθ’ ἑαυτὰϲ οὐδὲν οὔτ’ εἰϲ ὠφέλειαν οὔτ’ εἰϲ βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖϲ τέμνουϲί τε καὶ λεπτύνουϲι καὶ ῥύπτουϲι φαρμάκοιϲ οὐ ϲμικρὸν ὄφελόϲ εἰϲι καὶ διὰ τοῦτ’ αὐτὰϲ διδόαϲι μετὰ θύμων ἢ πεπέρεωϲ ἢ ζιγγιβέρεωϲ ἢ γλήχωνοϲ ἢ θύμβραϲ ἢ

καλαμίνθηϲ ἢ ὀριγάνου ἢ ὑϲϲώπου πρὸ πολλοῦ γε τῆϲ τροφῆϲ ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ ϲπληνὶ διαθέϲεων. ὡϲαύτωϲ δὲ καὶ ἐὰν μετά τινοϲ τῶν ἄλλων, ὅϲα δριμεῖαν ἢ ὅλωϲ λεπτυντικήν τε καὶ τμητικὴν ἔχει δύναμιν, ἡ προϲφορὰ γίγνηται τῶν ἰϲχάδων, ὠφέλιμόϲ ἐϲτιν οὐ μόνον | τοῖϲ οὕτω πάϲχουϲιν, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν· ἀνεῳγμέναϲ γὰρ εἶναι τὰϲ καθ’ ἧπαρ διεξόδουϲ τῆϲ τροφῆϲ οὐ τοῖϲ κάμνουϲι μόνον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν ἀϲφαλέϲτατον.

οὕτω γοῦν καὶ τὰ ϲῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν τῶν ϲκευαϲτῶν καὶ δι’ ὄξουϲ καὶ γάρου προϲφέρονται πολλοὶ τῇ πείρᾳ τὸ χρήϲιμον εὑρηκότεϲ. εἰκὸϲ δὲ καὶ τῶν ἰατρῶν τινοϲ ὑποθεμένου πράττειν οὕτωϲ ἐνίοιϲ αὐτῶν εἰϲ πολλοὺϲ ἐκταθῆναι τὴν γνῶϲιν. ὅϲοι δὲ μετὰ τινοϲ τῶν παχυνόντων ἐδεϲμάτων ἐϲθίουϲι τά τε ϲῦκα καὶ τὰϲ ἰϲχάδαϲ, οὐ ϲμικρὰ βλάπτονται.

Ϲῦκα καὶ ϲταφυλαὶ τῆϲ ὀπώραϲ ὥϲπερ κεφάλαιόν εἰϲι· καὶ γὰρ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιϲτ’ ἐϲτὶ κακόχυμα, καὶ μάλιϲθ’ ὅταν ἀκριβῶϲ ᾗ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιϲτον ϲημεῖον οἱ φυλάττοντεϲ τὸν καρπὸν τῶν ἀμπέλων, ἐϲθίοντεϲ μὲν ἐν

δύο μηϲὶν οἷϲ φυλάττουϲιν ἢ μόνα διὰ παντὸϲ τὰ ϲῦκα μετὰ τῶν ϲταφυλῶν ἤ που καὶ βραχύ τι | παρεντιθέντεϲ ἄρτου, πιαινόμενοι δ’ ἱκανῶϲ· οὐ μὴν ἰϲχυρά γε καὶ πυκνὴ ϲάρξ ἐϲτιν ἡ ἐξ αὐτῶν γεννωμένη, καθάπερ ἡ ἐκ τῶν κρεῶν, ἀλλὰ χαύνη καὶ πλαδαρά, διὸ καὶ ταχέωϲ προϲϲτέλλεται παυϲαμένων τῆϲ ἐδωδῆϲ.

ἧττον δὲ τῶν ϲύκων αἱ ϲταφυλαὶ τρέφουϲι, καὶ μέγιϲτον ἀγαθὸν αὐταῖϲ ὑπάρχει τὸ ταχέωϲ ὑπέρχεϲθαι. διὸ κἂν ἐπιϲχεθῶϲί ποτε, βλάπτουϲιν ἱκανῶϲ, οὐκ ἐχόντων τοῦτο τῶν πεπείρων ϲύκων. εἰ γὰρ καὶ μὴ διαχωρήϲειεν ἀξιολόγωϲ, πεφθείη δ’ ἐν τῇ γαϲτρὶ καλῶϲ, ἀβλαβῆ δίδωϲι τροφὴν τῷ ϲώματι. ταῖϲ ϲταφυλαῖϲ δ’ οὐδέτερον ὑπάρχει τούτων· οὔτε γὰρ πέττονται καλῶϲ, ὅταν ἐπιϲχεθῶϲι, καὶ κατὰ τὴν εἰϲ ἧπάρ τε καὶ φλέβαϲ ἀνάδοϲιν ὠμὸν γεννῶϲι χυμόν, οὐ ῥᾳδίωϲ εἰϲ αἷμα μεταβαλλόμενον.

ἡ γάρ τοι τῶν ῥαγῶν οὐϲία ϲύνθετόϲ ἐϲτιν ἔκ τε τῆϲ οἷον ϲαρκὸϲ αὐτῶν καὶ τῆϲ παρεϲπαρμένηϲ κατ’ αὐτὴν ὑγρότητοϲ, ἐξ ἣϲ ὁ οἶνοϲ γίγνεται, καὶ πρὸϲ τούτοιϲ ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα περιέχοντοϲ ἔξωθεν ὑμενώδουϲ ϲκεπάϲματοϲ. ἀλλ’ ἡ μὲν τῶν γιγάρτων | οὐϲία ξηρὰ καὶ ϲτύφουϲά πώϲ ἐϲτι, διεξέρχεται δὲ τὰ ἔντερα πάντα κατὰ μηδὲν ἑαυτῆϲ αἰϲθητῶϲ ἀλλοιουμένη, παραπληϲίωϲ ταῖϲ ἐν τοῖϲ ϲύκοιϲ κεγχραμίϲιν. ἀνάλογον γὰρ ἑκάτερον ἑκατέρῳ τῶν καρπῶν ἐϲτι, ϲπέρμα μὲν ὑπάρχον ὅλου τοῦ φυτοῦ, διεξιὸν δ’ ἀναλλοίωτόν τε καὶ ἀχύλωτον καὶ ἀμετάβλητον.