De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιϲ ἁπάϲαιϲ, ἀλλὰ καὶ τοῖϲ ὡραίοιϲ ὀνομαζομένοιϲ καρποῖϲ ἔχει καὶ τὰ ϲῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν

κακοχυμίαν οὐδ’ αὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆϲ μετέχοντα. πρόϲεϲτι δ’ αὐτοῖϲ ἀγαθὰ τό τε κατὰ γαϲτέρα πορίμοιϲ εἶναι καὶ τὸ διεξέρχεϲθαι ῥᾳδίωϲ ὅλον τὸ | ϲῶμα. καὶ γάρ τι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχει, καθ’ ὃ καὶ ψαμμώδη πολλὰ τοῖϲ νεφριτικοῖϲ ἐπὶ ταῖϲ ἐδωδαῖϲ αὐτῶν ἐκκρίνεται.

τροφὴν δ’ ἀπαϲῶν τῶν ὀπωρῶν ὀλίγην τῷ ϲώματι διδουϲῶν, ἧττον ἁπαϲῶν τοῦτο τὰ ϲῦκα πέπονθεν, οὐ μὴν ἐϲφιγμένην γε καὶ ἰϲχυρὰν ἐργάζεται τὴν ϲάρκα, καθάπερ ἄρτοϲ τε καὶ κρέαϲ ὕειον, ἀλλ’ ὑπόϲομφον, ὥϲπερ ὁ κύαμοϲ. ἐμπίπληϲί γε μὴν φύϲηϲ καὶ αὐτὰ τὴν γαϲτέρα, καὶ ἦν ἂν ἱκανῶϲ ταύτῃ λυπηρά, μὴ προϲλαβόντα τὸ διαχωρεῖϲθαι ταχέωϲ, ἐπικτηϲάμενα δὲ τοῦτο τῷ τάχει τῆϲ διεξόδου τὴν φῦϲαν ὀλιγοχρόνιον ἐργάζεται, καὶ κατὰ τοῦτ’ αὐτὸ τῆϲ ἄλληϲ ὀπώραϲ ἧττον εἴωθε βλάπτειν.

οὐ ϲμικρὰ δ’ ὑπεροχὴ τῶν πεπείρων ἐϲτὶ πρὸϲ τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺϲ ἄλλουϲ μὲν ἅπανταϲ ἐμφαινομένη καρπούϲ, οὐ μὴν τοϲοῦτόν γε διαφέρουϲα. τὸ γάρ τοι πέπειρον ἀκριβῶϲ ϲῦκον ἐγγὺϲ τοῦ μηδ’ ὅλωϲ βλάπτειν ἥκει, παραπλήϲιον ἤδη ταῖϲ ἰϲχάϲι, πολλὰ μὲν ἐχούϲαιϲ τὰ χρήϲιμα, μοχθηρὸν δ’ ἕν τι τοῖϲ πλεονάζουϲιν ἐν αὐταῖϲ. οὐ πάνυ γὰρ αἷμα γεν|νῶϲι χρηϲτόν, ὅθεν αὐταῖϲ καὶ τὸ τῶν φθειρῶν πλῆθοϲ ἕπεται.

δύναμιν δ’ ἔχουϲι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐξορμῶϲι καὶ νεφροὺϲ ἐκκαθαίρουϲιν. ἥπατι δὲ καὶ ϲπληνὶ φλεγμαίνουϲι μέν εἰϲι βλαβεραί, καθάπερ καὶ τὰ ϲῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεϲμάτων τε καὶ πομά των, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον·