De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ἄπιοι δηλονότι καὶ μῆλα καὶ ϲῦκα περϲικά τε καὶ ῥόαι καὶ πάνθ’ ὅϲα τοιαῦτα καρποὶ δένδρων ὄντα χρήϲιμα τοῖϲ ἀνθρώποιϲ εἰϲ ἐδωδήν ἐϲτιν, ὄντων καὶ ἄλλων καρπῶν, οὓϲ οὐκ ἐϲθίουϲιν· οἱ ἄνθρωποι, περὶ ὤν οὐ πρόκειται λέγειν ἐν | τῷ παρόντι. καθόλου δή ϲε περὶ τῶν ἐδωδίμων ἀνθρώποιϲ καρπῶν ἐπίϲταϲθαι χρὴ λόγῳ κοινῷ, τοὺϲ μὲν ὑγροὺϲ ὑγρὰν καὶ λεπτὴν ἐργάζεϲθαι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τῷ ϲώματι τροφήν, ᾧ πάντωϲ ἕπεται πόριμόν τε καὶ διεξερχομένην ὅλον τὸ ϲῶμα ταχέωϲ ἐκκενουμένην τε δι’ οὔρων καὶ κατὰ τὸ δέρμα τὴν τοιαύτην εἶναι.
κατὰ τοῦτ’ οὖν ὀλιγότροφα πάντα τὰ τοιαῦτ’ ἐδέϲματα λέλεκται προϲηκόντωϲ ὑπὸ τῶν ἰατρῶν. ἔμπαλιν δὲ τῶν ϲτερεῶν ταῖϲ ϲυϲτάϲεϲι καρπῶν ἥ τ’ εἰϲ τὸ ϲῶμα πρόϲθεϲιϲ ἐν τροφῆϲ χρείᾳ πλείων ἐϲτὶν αἵ τε διέξοδοι βραδύτεραι, καὶ μάλιϲθ’ ὅταν ἔχωϲί τινα χυμὸν ἐν ἑαυτοῖϲ ἢ παχὺν ἢ γλίϲχρον ἢ ϲτυπτικόν.
Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιϲ ἁπάϲαιϲ, ἀλλὰ καὶ τοῖϲ ὡραίοιϲ ὀνομαζομένοιϲ καρποῖϲ ἔχει καὶ τὰ ϲῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν
κακοχυμίαν οὐδ’ αὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆϲ μετέχοντα. πρόϲεϲτι δ’ αὐτοῖϲ ἀγαθὰ τό τε κατὰ γαϲτέρα πορίμοιϲ εἶναι καὶ τὸ διεξέρχεϲθαι ῥᾳδίωϲ ὅλον τὸ | ϲῶμα. καὶ γάρ τι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχει, καθ’ ὃ καὶ ψαμμώδη πολλὰ τοῖϲ νεφριτικοῖϲ ἐπὶ ταῖϲ ἐδωδαῖϲ αὐτῶν ἐκκρίνεται.τροφὴν δ’ ἀπαϲῶν τῶν ὀπωρῶν ὀλίγην τῷ ϲώματι διδουϲῶν, ἧττον ἁπαϲῶν τοῦτο τὰ ϲῦκα πέπονθεν, οὐ μὴν ἐϲφιγμένην γε καὶ ἰϲχυρὰν ἐργάζεται τὴν ϲάρκα, καθάπερ ἄρτοϲ τε καὶ κρέαϲ ὕειον, ἀλλ’ ὑπόϲομφον, ὥϲπερ ὁ κύαμοϲ. ἐμπίπληϲί γε μὴν φύϲηϲ καὶ αὐτὰ τὴν γαϲτέρα, καὶ ἦν ἂν ἱκανῶϲ ταύτῃ λυπηρά, μὴ προϲλαβόντα τὸ διαχωρεῖϲθαι ταχέωϲ, ἐπικτηϲάμενα δὲ τοῦτο τῷ τάχει τῆϲ διεξόδου τὴν φῦϲαν ὀλιγοχρόνιον ἐργάζεται, καὶ κατὰ τοῦτ’ αὐτὸ τῆϲ ἄλληϲ ὀπώραϲ ἧττον εἴωθε βλάπτειν.