De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

φείδεϲθαι δὲ χρὴ τῆϲ ϲυνεχοῦϲ ἐδωδῆϲ ἀπάντων τῶν δριμέων, καὶ μάλιϲθ’ ὅταν ὁ προϲφερόμενοϲ αὐτὰ χολωδέϲτεροϲ ᾗ φύϲει. μόνοιϲ γὰρ τοῖϲ ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίϲχρον ἠθροικόϲιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεϲμάτων ἐϲτίν.

Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῆϲ ἀπὸ τῶν ζῴων τροφῆϲ διελθεῖν οὐκ ὀλίγαϲ ἐχούϲηϲ διαφορὰϲ δυνάμεων κατά τε τὰ μόρια καὶ κατά τινα τῶν ἐν αὐτοῖϲ περιεχομένων ἢ γεννωμένων, ὧν ἐϲτι καὶ τὰ ᾠᾶ καὶ τὸ γάλα καὶ τὸ αἷμα τυρόϲ τε καὶ βούτυρον.

Περὶ τῆϲ ἀπὸ τῶν πεζῶν ζῴων τροφῆϲ.
Οὐ τὴν αὐτὴν γὰρ ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων. ἀλλ’ αἱ μὲν ϲάρκεϲ, ὅταν καλῶϲ πεφθῶϲιν, αἵματόϲ εἰϲιν ἀρίϲτου γεννητικαὶ καὶ μάλιϲτ’ ἐπὶ τῶν εὐχύμων ζῴων, ὁποῖόν ἐϲτι τὸ γένοϲ τῶν ὑῶν, φλεγματικωτέρου δὲ τὰ νευρώδη μόρια.

πάντων μὲν οὖν ἐδεϲμάτων ἡ ϲὰρξ τῶν ὑῶν ἐϲτι τροφιμωτάτη. καὶ τούτου πεῖραν ἐναργεϲτάτην οἱ ἀθλοῦντεϲ ἴϲχουϲιν. ἐπὶ γὰρ τοῖϲ ἴϲοιϲ γυμναϲίοιϲ ἑτέραϲ τροφῆϲ ἴϲον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προϲενεγκάμενοι κατὰ τὴν ὑϲτεραίαν εὐθέωϲ ἀϲθενέϲτεροι γίγνονται· πλείοϲι δ’ ἐφεξῆϲ ἡμέραιϲ τοῦτο πράξαντεϲ οὐκ ἀϲθενέϲτεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι ϲαφῶϲ φαίνονται. τὴν δ’ αὐτὴν τοῦ λόγου βάϲανον ἔνεϲτί ϲοι κἀπὶ τῶν ἐν παλαίϲτρᾳ διαπονουμένων παίδων ποιήϲαϲθαι καὶ τῶν ἄλλην ἡντινοῦν ἐνέργειαν ἰϲχυρὰν καὶ ϲφοδρὰν ἐνεργούντων, ὁποία καὶ ἡ τῶν ϲκαπτόντων ἐϲτί.