De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τῆϲ ῥαφανῖδοϲ δὲ καὶ τὸν καυλὸν μὲν ἐϲθίουϲι καὶ τὰ φύλλα κατ’ ἀνάγκην μᾶλλον ἢ ἑκόντεϲ. ἡ μέντοι ῥίζα τῶν ϲυνεχῶϲ ἐϲθιομένων. ἐϲτὶν ὡϲ ὄψον μᾶλλον ἢ τροφή, τῆϲ λεπτυντικῆϲ δυνάμεωϲ οὖϲα καὶ αὐτὴ δηλονότι μετὰ τοῦ θερμαίνειν ϲαφῶϲ· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότηϲ ἐν αὐτῇ. κατὰ δὲ τὸ ἔαρ εἴωθε καυλόν τινα γεννᾶν εἰϲ ὕψοϲ ἀνερχόμενον, ὥϲπερ καὶ τἄλλα τὰ μέλλοντα καρποφορήϲειν, ὅντινα καυλὸν ἕψοντεϲ ἐϲθίουϲι δι’ ἐλαίου τε καὶ γάρου καὶ ὄξουϲ, ὥϲπερ καὶ τὸν τῆϲ γογγυλίδοϲ καὶ τὸν τοῦ νάπυοϲ καὶ τὸν τῆϲ θριδακίνηϲ.

καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸϲ οὖτοϲ τῆϲ ὠμῆϲ | ῥαφανῖδοϲ, ὡϲ ἂν ἀποτιθέμενοϲ ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δ’ ὅμωϲ καὶ αὐτὸϲ ἔχει τροφήν. ἔνιοι δ’ οὐ μόνον τὸν καυλὸν ἀλλὰ καὶ αὐτὰϲ ἕψοντεϲ ἐϲθίουϲι τὰϲ ῥαφανῖδαϲ ὁμοίωϲ ταῖϲ γογγυλίϲι. θαυμάϲαι δ’ ἔϲτι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνουϲ, ὅϲοι μετὰ τὸ δεῖπνον ὠμὰϲ ἐϲθίουϲιν αὐτὰϲ εὐπεψίαϲ ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐϲχηκέναι τούτου φαϲὶ πεῖραν, οἱ μιμηϲάμενοι δ’ αὐτοὺϲ ἅπαντεϲ ἐβλάβηϲαν.