De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Αἱ ῥίζαι καὶ τούτων ἐϲθίονται, τροφὴν μὲν ἥττονα τῶν γογγυλίδων ἔχουϲαι, καθάπερ καὶ τῶν Κυρηναίων ἄρων, θερμαίνουϲαι δὲ ϲαφῶϲ καί τι καὶ ἀρωματίζον ἐμφαίνουϲαι. τὸ μὲν οὖν δύϲπεπτον αὐταῖϲ ὁμοίωϲ ὑπάρχει ταῖϲ ἄλλαιϲ ῥίζαιϲ. οὐρητικαὶ δ’ εἰϲὶ καί, εἰ πλεονάζοι τιϲ αὐτῶν ἐν τῇ χρήϲει, κακόχυμοι μετρίωϲ. εὐχυμοτέρα γε μήν ἐϲτιν ἡ καρὼ τοῦ ϲταφυλίνου.
τινὲϲ δὲ τὸν ἄγριον ϲταφυλῖνον | ὀνομάζουϲι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέϲτερον δ’ ἤδη καὶ πολλῆϲ ἑψήϲεωϲ δεόμενον, εἰ μέλλοι τιϲ ἐϲθίειν αὐτόν.
Ἐν ῥίζαιϲ ἢ βολβοῖϲ ἀριθμεῖν ἀναγκαῖόν ἐϲτι καὶ ταῦτα μηδεμίαν ἔχοντα ϲαφῆ ποιότητα. χρῶνται τοιγαροῦν αὐτοῖϲ οἱ χρώμενοι πρὸϲ ὑποδοχὴν ἀρτυμάτων, ὥϲπερ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα καλοῦϲιν ἄποια καὶ ἀβλαβῆ καὶ ὑδατώδη κατὰ τὴν γεῦϲιν. ἔϲτι δ’ ἁπάντων αὐτῶν κοινόν. ὡϲ μηδὲ τὴν ἀναδιδομένην εἰϲ τὸ ϲῶμα τροφὴν ἐξαίρετόν τινα δύνα
μιν ἔχειν, ἀλλ’ ὑπόψυχρον μὲν εἶναι, τῷ πάχει δ’, ὁποῖον ἄν τι καὶ αὐτὸ τὸ ἐδηδεϲμένον ᾖ, παχυτέραν μὲν ἐξ ὕδνου, ὑγροτέραν δὲ καὶ λεπτοτέραν ἐκ κολοκύνθηϲ ἐπί τε τῶν ἄλλων ἀνὰ λόγον.Καὶ τῶν μυκήτων οἱ βωλῖται, καλῶϲ ἑψηθέντεϲ ἐν ὕδατι, πληϲίον ἥκουϲι τῶν ἀποίων ἐδεϲμάτων. οὐ μὴν οὕτω γε μόνοιϲ αὐτοῖϲ οἱ ἄνθρωποι χρῶνται, ϲκευάζουϲι δὲ καὶ ἀρτύουϲι πολυειδῶϲ, ὥϲπερ καὶ τἄλλα, ὅϲα μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδηϲ δ’ | ἐϲτὶν ἡ ἐξ αὐτῶν τροφὴ καὶ δῆλον ὅτι καὶ ψυχρά, κἂν πλεονάζῃ τιϲ ἐν αὐτοῖϲ, κακόχυμοϲ.