De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἀλλ’ ἐκείνου μοι μέμνηϲο διὰ παντόϲ, ὡϲ, κἂν πέττῃ τιϲ ὁτιοῦν τῶν δυϲπέπτων τοῖϲ πολλοῖϲ, ὅ γ’ ἐξ αὐτοῦ χυμὸϲ ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα τὴν αὐτὴν ἔχει φύϲιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονοϲ χυμὸν παχὺν καὶ γεώδη γενέϲθαι, κἂν κάλλιϲτα πεφθῇ, καθάπερ οὐδὲ τὸν ἐκ τῆϲ φακῆϲ ἢ τῶν βοείων κρεῶν ὑδατώδη τε καὶ ὑγρόν, ὅνπερ καὶ λεπτὸν τῇ ϲυϲτάϲει καλοῦϲιν. ἔϲτι δ’ ἐν τούτῳ μάλιϲτα τὸ χρήϲιμον εἰϲ ὑγιείαϲ τε φυλακὴν | καὶ νόϲων ἴαϲιν, ὡϲ ἑτέρωθί τε δέδεικται καὶ νῦν εἰρήϲεται πάλιν ἐν κεφαλαίοιϲ βραχέϲι προϊόντοϲ τοῦ λόγου.
τοῖϲ οὖν τοὺϲ ϲικύουϲ καλῶϲ πέττουϲιν, ὅταν αὐτῷ τούτῳ θαρϲήϲαντεϲ ἄδην αὐτῶν ἐμφορηθῶϲι, χρόνῳ πολλῷ ψυχρὸν καὶ μετρίωϲ παχὺν ἀθροίζεϲθαι ϲυμβαίνει κατὰ τὰϲ φλέβαϲ χυμόν, οὐκ εὐπετῶϲ ἐπιδέξαϲθαι δυνάμενον τὴν εἰϲ αἷμα χρηϲτὸν ἀλλοίωϲιν ἐν τῇ κατὰ τὰϲ φλέβαϲ πέψει. πάντων οὖν διὰ τοῦτ’ ἀπέχεϲθαι ϲυμβουλεύω τῶν κακοχύμων ἐδεϲμάτων, κἂν εὔπεπτά τιϲιν ᾖ. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸϲ ἐν ταῖϲ φλεψὶ χυμὸϲ ἐξ αὐτῶν ἀθροιζόμενοϲ, ὃϲ ἐπειδὰν ἀφορμῆϲ ὀλίγηϲ εἰϲ ϲῆψιν ἐπιλάβηται, πυρετοὺϲ κακοήθειϲ ἀπεργάζεται.