De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουϲι τοῖϲ ἐπὶ τῶν λαχάνων ἀϲπαράγοιϲ. ἐκβλαϲτήματα γάρ εἰϲι κἀκεῖνοι πρὸϲ καρποῦ γένεϲιν ἐξορμῶντοϲ τοῦ φυτοῦ. διαφέρουϲι δὲ τῷ τῶν δένδρων μὲν τὸ ϲτέλεχοϲ ἀεὶ διαμένειν ἀνὰ λόγον ὑπάρχον τῶν κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῶν, τὸν δ’ ἐπὶ τῶνδε καυλὸν ἐπέτειον εἶναι.
πάντεϲ μὲν οὖν οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέντεϲ ἐν ὕδατι βιβρώϲκεϲθαι δύνανται, πλὴν εἴ τινεϲ αὐτῶν ἤτοι γ’ ἀηδεῖϲ ἢ φαρμακώδειϲ εἰϲίν· οὐ μὴν ἐϲθίουϲί γ’ αὐτοὺϲ οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεϲμάτων, ὅϲα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δ’ ὑπὸ τῆϲ ἀνάγκηϲ ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουϲι γάρ πωϲ, ἂν καλῶϲ πεφθῶϲι, καὶ αὐτοί· καλλίουϲ δ’ αὐτῶν εἰϲιν οἱ τῆϲ τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ ϲχίνου καὶ βάτου καὶ κυνοϲβάτου. παρ’ ἡμῖν δὲ καὶ ϲυντιθέντεϲ εἰϲ ὄξοϲ ἢ ὀξάλμην τοὺϲ τῆϲ τερμίνθου βλαϲτοὺϲ ἀποτίθενται.
Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνηϲιθέου λόγον ὑπάρχειν, ὃν ἐν τῷ Περὶ τῶν ἐδεϲμάτων ἔγραψεν. οἱ γὰρ καθόλου λόγοι διὰ βραχείαϲ λέξεωϲ πολλὰ διδάϲκουϲιν, ὅταν γ’ ἀληθεῖϲ ὦϲιν, ὥϲπερ γε καὶ μεγάλα βλάπτουϲιν οὐκ ἀληθεύοντεϲ. ἔϲτι δ’ ἃ λέγει καθόλου περὶ τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων ὁ Μνηϲίθεοϲ ταῦτα·
πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶϲαι δύϲπεπτοί τ’ εἰϲὶ καὶ ταρακτικαί· λέγω δ’ οἷον ῥαφανῖδαϲ ϲκόροδα κρόμυα γογγυλίδαϲ καὶ πᾶν τὸ τοιοῦτον γένοϲ. ὅϲων γὰρ ἡ ῥίζα καὶ τὸ κατὰ γῆϲ πεφυκὸϲ ἐδώδιμόν ἐϲτι, ταῦτα πάντα εἰϲ τὴν δύϲπεπτον ἰδέαν καταχωρίζεται. ϲυμβαίνει γὰρ τὰϲ τροφὰϲ ἐκ τῶν ῥιζῶν
ἅπαϲι τοῖϲ μέρεϲι τῶν φυομένων ἀναπέμπεϲθαι. ϲυνάγουϲιν οὖν εἰϲ ἑαυτὰϲ ὑγρότητα πολλὴν αἱ ῥίζαι καὶ ταύτην ἄπεπτον ἔχουϲι τὴν πλείϲτην·οὐ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶϲαν. τὸ γὰρ πεπεμμένον δοκεῖ τετελειῶϲθαι, τὸ δ’ ἐν ταῖϲ ῥίζαιϲ ὑγρὸν ἑτέρωθεν δεῖ λαβεῖν τὸ τέλοϲ τῆϲ πέψεωϲ, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυο|μένου. πάντα γὰρ ἀπὸ τῆϲ ῥίζηϲ τρέφεται, διόπερ ἀναγκαῖον ἀπέπτουϲ αὐτόθι τὰϲ ὑγρότηταϲ εἶναι, ϲυνειλεγμέναι γὰρ ἐνταῦθα προϲμένουϲι τὸ τέλοϲ τῆϲ ἄνω πέψεωϲ. ὥϲτ’ ἐν ταῖϲ ῥίζαιϲ εὔλογον ἀκατεργάϲτουϲ εἶναι τὰϲ πλείϲταϲ ὑγρότηταϲ. εἰκόϲ οὖν καὶ τοῖϲ ἡμετέροιϲ ϲώμαϲιν ἀπὸ τούτων ὑγρὰν τὴν τροφὴν καταλείπεϲθαι καὶ ταραχώδη.