De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ποιεῖ δὲ καὶ βολβὸϲ καὶ ϲέλινον καὶ ϲίον εὔζωμόν τε καὶ ὤκιμον ὀξυλάπαθόν τε καὶ λάπαθον ἅπαϲαί τε ϲχεδὸν αἱ λαχανώδειϲ πόαι τοιοῦτόν τινα πρὶν ἐκκαρπῆϲαι καυλόν· ἐκκαρπηϲάντων δὲ ξηραίνεταί τε καὶ ἄχρηϲτοϲ εἰϲ ἐδωδὴν ἀνθρώπων γίγνεται. πάντα δὲ τὰ τοιαῦτα δι’ ὕδατοϲ ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προϲφέρονται, βραχέοϲ ὄξουϲ ἐπεμβάλλοντεϲ· ἡδίω τε γὰρ οὕτω καὶ εὐϲτομαχώτερα γίγνεται, τροφὴν μέντοι τῷ ϲώματι δίδωϲιν ὀλίγην τε καὶ οὐκ εὔχυμον.
ἕτερον δ’ ἐϲτὶ γένοϲ ἀϲπαράγων ἐπὶ τοῖϲ θαμνώδεϲι φυτοῖϲ γιγνόμενον, ὀξυμυρϲίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινεϲ, ὁ μὲν βαϲιλικόϲ, ὁ δ’ ἕλειοϲ ὀνομαζόμενοϲ, ὥϲπερ γε καὶ ὁ τῆϲ βρυωνίαϲ ἕτεροϲ τῶνδε. πάντεϲ δ’ εἰϲὶν εὐϲτόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντεϲ. εἰ μέντοι πεφθεῖεν καλῶϲ οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖϲ λαχάνοιϲ ἀϲπαράγων εἰϲίν,
ὅϲῳ καὶ ξηρότεροι. ὁμοιότηϲ δέ τίϲ ἐϲτι τοῖϲ τε τῶν θάμνων καὶ τοῖϲ τῶν δένδρων βλαϲτήμαϲιν, οὐκ ἀκριβῆϲ ταυτότηϲ. ἔϲτι γὰρ ξυλω|δέϲτερα τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆϲ ὑπὲρ αὐτῶν ἰδίᾳ.Οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουϲι τοῖϲ ἐπὶ τῶν λαχάνων ἀϲπαράγοιϲ. ἐκβλαϲτήματα γάρ εἰϲι κἀκεῖνοι πρὸϲ καρποῦ γένεϲιν ἐξορμῶντοϲ τοῦ φυτοῦ. διαφέρουϲι δὲ τῷ τῶν δένδρων μὲν τὸ ϲτέλεχοϲ ἀεὶ διαμένειν ἀνὰ λόγον ὑπάρχον τῶν κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῶν, τὸν δ’ ἐπὶ τῶνδε καυλὸν ἐπέτειον εἶναι.
πάντεϲ μὲν οὖν οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέντεϲ ἐν ὕδατι βιβρώϲκεϲθαι δύνανται, πλὴν εἴ τινεϲ αὐτῶν ἤτοι γ’ ἀηδεῖϲ ἢ φαρμακώδειϲ εἰϲίν· οὐ μὴν ἐϲθίουϲί γ’ αὐτοὺϲ οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεϲμάτων, ὅϲα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δ’ ὑπὸ τῆϲ ἀνάγκηϲ ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουϲι γάρ πωϲ, ἂν καλῶϲ πεφθῶϲι, καὶ αὐτοί· καλλίουϲ δ’ αὐτῶν εἰϲιν οἱ τῆϲ τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ ϲχίνου καὶ βάτου καὶ κυνοϲβάτου. παρ’ ἡμῖν δὲ καὶ ϲυντιθέντεϲ εἰϲ ὄξοϲ ἢ ὀξάλμην τοὺϲ τῆϲ τερμίνθου βλαϲτοὺϲ ἀποτίθενται.