De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Θερμαίνει ϲαφῶϲ πάνυ τοῦτο τὸ λάχανον, ὥϲτ’ οὐδὲ μόνον ἐϲθίειν αὐτὸ ῥᾴδιον ἄνευ τοῦ μῖξαι τοῖϲ φύλλοιϲ τῆϲ θριδακίνηϲ. ἀλλὰ καὶ

ϲπέρμα γεννᾶν πεπίϲτευται καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ ἐπεγείρειν. κεφαλαλγὲϲ δ’ ἐϲτί, καὶ μᾶλλον ἐάν τιϲ αὐτὸ μόνον ἐϲθίῃ.

Τῶν ἀγρίων βοτανίων ἕν τι καὶ τοῦτ’ ἐϲτί, λεπτομερῆ δύναμιν ἔχον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν οὐδεὶϲ αὐτῷ χρῆται χωρὶϲ τοῦ μεγίϲτῳ πιεϲθῆναι λιμῷ. χρήϲιμον δ’ ἐϲτὶν ὡϲ ὄψον τε καὶ φάρμακον ὑπακτικὸν γαϲτρόϲ. |

Πλεῖϲτον ἐν Cυρίᾳ τὸ γιγγίδιον φύεταί τε καὶ βιβρώϲκεται παραπλήϲιον τῷ παρ’ ἡμῖν ϲκάνδικι. πάνυ δ’ ἐϲτὶν εὐϲτόμαχον, ἐάν τ’ ὡμὸν ἐάν τε καὶ ζέϲαϲ αὐτὸ βούλῃ προϲφέρεϲθαι. μακροτέραϲ δ’ ἑψήϲεωϲ οὐκ ἀνέχεται. προϲφέρονται δ’ αὐτό τινεϲ δι’ ἐλαίου καὶ γάρου, τινὲϲ δὲ καὶ οἶνον ἢ ὄξοϲ ἐπεμβάλλοντεϲ· καὶ πολύ γε μᾶλλον εὐϲτόμαχόν τ’ ἐϲτὶ καὶ τοὺϲ ἀποϲίτουϲ προτρέπει μετ’ ὄξουϲ ἐϲθιόμενον, εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακον μᾶλλόν ἐϲτιν ἢ τροφή· καὶ γάρ τοι καὶ ϲτύψεωϲ καὶ πικρότητοϲ ϲαφοῦϲ οὐκ ὀλίγηϲ μετέχει.

Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ δι’ ἐλαίου καὶ γάρου προϲφερόμενοι, κακοχυμότατον δ’ ἐϲτὶ καὶ διὰ τοῦτο προϲεπικαταψεύδονταί τινεϲ αὐτοῦ φάϲκοντεϲ, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιϲτα γεννᾶν ἐν ὀλίγαιϲ ἡμέραιϲ ϲκορπίουϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ἡλίῳ τιϲ ἑκάϲτηϲ ἡμέραϲ θερμαίνῃ τὴν χύτραν. ἀλλὰ τοῦτο | μὲν ψεῦδόϲ ἐϲτι, κακόχυμον δὲ καὶ κακοϲτόμαχον καὶ δύϲπεπτον εἶναι λάχανον ἀληθῶϲ ἂν εἴποιϲ αὐτό.

Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ ϲπείρουϲιν αὐτὸ κατὰ τοὺϲ κήπουϲ καὶ χρῶνται ϲυνεχέϲτατα μὲν εἰϲ τὰϲ ἀρτύϲειϲ ἀνήθῳ, τῷ μαράθῳ δὲ καὶ ὡϲ ὄψῳ. καὶ γὰρ ἀποτίθενται παρ’ ἡμῖν αὐτὸ παραπληϲίωϲ πυρέθρῳ καὶ τερμίνθῳ ϲυντιθέντεϲ, ὡϲ εἰϲ ὅλον ἐνιαυτὸν εἶναι χρήϲιμον, ὥϲπερ καὶ τὰ κρόμυα καὶ τὰϲ γογγυλίδαϲ ἕτερά τε τοιαῦτα, τὰ μὲν δι’ ὄξουϲ μόνου, τὰ δὲ δι’ ὀξάλμηϲ ϲυντιθέμενα.