De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὠμὸν γὰρ ἑκά- τερον αὐτῶν ἀηδὲϲ φαίνεται. τά γε μὴν ϲέλινα καὶ τὰ ϲμύρνια καὶ τοῖϲ τῆϲ θρίδακοϲ φύλλοιϲ μιγνύντεϲ προϲφέρονταί τινεϲ· ἀποιότερον γὰρ οὖϲα λάχανον ἡ θρῖδαξ ἔτι τε ψυχρὸν ἔχουϲα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίγνεται τῶν δριμέων τι προϲλαμβάνουϲα· κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράϲων φύλλα μιγνύουϲιν αὐτῇ, εἰϲὶ δ’ οἳ καὶ τὰ τῶν ὠκίμων.
ὀνομάζουϲι δ’ ἐν Ῥώμῃ ϲυνήθωϲ ἤδη πάντεϲ οὐ ϲμύρνιον, ἀλλ’ ὀλίϲαθρον τὸ λάχανον τοῦτο. καί τιϲ ἴϲωϲ αὐτὸ τὴν ἀρχὴν οὐδ’ ἀριθμεῖν ἐν ταῖϲ τροφαῖϲ ἀξιώϲει, καθάπερ οὐδὲ τὸ ϲίον οὐδὲ τὸ ἱπποϲέλινον οὐδ’ αὐτὸ τὸ ϲέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν ϲιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ ϲκόροδα πράϲα τε καὶ ἀμπελόπραϲα καὶ πάνθ’ ἁπλῶϲ τὰ δριμέα.