De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τῶν ἐϲθιομένων λαχάνων οὐδὲν οἴδα τοϲαύτην ἔχον ϲτῦψιν, ὅϲην τὸ ϲτρύχνον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν αὐτῷ ϲπανιάκιϲ, ὡϲ φαρμάκῳ δὲ ϲυνεχῶϲ χρώμεθα. δραϲτήριον μὲν γάρ ἐϲτιν, εἰϲ ὅϲα ψύξεωϲ ϲτυφούϲηϲ ἐϲτὶ χρεία, τροφὴν δ’ ἐλαχίϲτην ἔχει.

Ἀνίϲχοντα τῆϲ γῆϲ ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν εἰϲ ἀκάνθαϲ αὐτῶν τελευτῆϲαι τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐϲθίουϲιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ δι’ ὕδατοϲ ἕψοντεϲ, ἐναποβάπτοντεϲ δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δ’ ἑφθὰ τούτοιϲ αὐτοῖϲ ἐπιχέοντεϲ ἔλαιον. ὅτι δ’ ἐλαχίϲτην ἔχει τροφὴν πάντα τὰ λάχανα καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν, ἔμπροϲθεν εἴρηται, τὰ δ’ οὖν ἀκανθώδη μετρίωϲ ἐϲτὶν εὐϲτόμαχα. τούτων τῶν φυτῶν καὶ ϲκόλυμόϲ ἐϲτι καὶ ἀτρακτυλὶϲ καὶ ἡ καλουμένη λευκάκανθα δίψακόϲ τε καὶ κνῆκοϲ καὶ τραγάκανθα καὶ ἀτρακὶϲ

ἥ τε τιμωμένη μειζόνωϲ ἢ προϲήκει κινάρα. καλοῦϲι δ’ αὐτὴν οἱ πάντῃ φεύγοντεϲ τὸ ϲύνηθεϲ οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην ϲυλλα

βὴν ὀνομάζοντεϲ, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δ’ ἐϲτὶν ἔδεϲμα, καὶ μάλιϲθ’ ὅταν ἤδη ϲκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτ’ ἴϲχει καὶ τὴν ὅλην οὐϲίαν ξυλωδεϲτέραν, ὥϲτ’ ἐκ μὲν ταύτηϲ μελαγχολικὸν γεννᾶϲθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφέψονταϲ αὐτὴν οὕτωϲ ἐϲθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ | οἴνου προϲφέροιτό τιϲ, ἐπεμβάλλοντα κορίαννον, εἰ δ’ ἐν λοπάδι ϲκευάζων ἢ ταγηνίζων. ἄνευ τούτου. πολλοὶ γὰρ καὶ οὕτωϲ ἐϲθίουϲι τὰϲ οἷον κεφαλὰϲ αὐτῶν, ἃϲ ὀνομάζουϲι ϲφονδύλουϲ.

Πάντα ταῦτ’ ἐϲτὶν οὐρητικά. ϲυνηθέϲτατα δ’ αὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐϲτομαχώτερα, τὰ ϲέλινα· τὸ δ’ ἱπποϲέλινον καὶ ϲίον ἀηθέϲτερα.

τὸ μὲν οὖν ϲμύρνιον οὐκ ἄηθεϲ. ἐν γοῦν τῇ Ῥώμη πάμπολυ πιπράϲκεται. δριμύτερον δ’ ἐϲτὶ καὶ θερμότερον πολλῷ τοῦ ϲελίνου καί τι καὶ ἀρωματῶδεϲ ἔχει. μᾶλλόν τ’ οὖν οὐρητικόν ἐϲτι ϲελίνου καὶ ἱπποϲελίνου καὶ ϲίου καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦροϲ ὥρᾳ, δυνάμενον μὲν ὠμὸν ἐϲθίεϲθαι παραπληϲίωϲ τοῖϲ φύλλοιϲ, ἃ διὰ τοῦ χειμῶνοϲ ἣν μόνα τῷ φυτῷ μηδέπω καυλὸν ἔχοντι. καθάπερ οὐδὲ τὸ ϲέλινον. ὕϲτερον δὲ προϲγενομένου τοῦ καυλοῦ τὸ ϲύμπαν ἥδιον γίγνεται, κἂν ὠμὸν ἐϲθίῃ τιϲ αὐτὸ κὰν ἑφθὸν εἴτ’ ἐξ ἐλαίου τε καὶ γάρου τύχοι βουληθεὶϲ εἴτε καὶ οἴνου προϲεμβάλλοι τι καὶ ὄξουϲ. | ἔνιοι δὲ δι’ ἄξουϲ καὶ γάρου μόνον ἐϲθίουϲι, καθάπερ τὰ ϲέλινα. τινὲϲ δὲ τούτοιϲ ἐπεμβάλλουϲιν ἐλαίου βραχύ.

τὸ δ’ ἱπποϲέλινόν τε καὶ ϲίον ἕψοντεϲ ἐϲθίουϲιν·