De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Καὶ τοὔνομ’ ἐμφαίνει τοῦ φυτοῦ τοῦδε τήν τε ποιότητα καὶ τὴν δύναμιν· ἔϲτι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τιϲ ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δ’ ἐϲθίουϲιν ὠμὸν
ἐπὶ τῆϲ ἀγροικίαϲ αἳ τε κιττῶϲαι γυναῖκεϲ ἐνίοτε καί τινα τῶν περιέργων παιδίων. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τῶν ἀτρόφων λαχάνων ἐϲτὶ πολὺ μᾶλλον ἢ τὸ λάπαθον.Τῶν ἐϲθιομένων λαχάνων οὐδὲν οἴδα τοϲαύτην ἔχον ϲτῦψιν, ὅϲην τὸ ϲτρύχνον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν αὐτῷ ϲπανιάκιϲ, ὡϲ φαρμάκῳ δὲ ϲυνεχῶϲ χρώμεθα. δραϲτήριον μὲν γάρ ἐϲτιν, εἰϲ ὅϲα ψύξεωϲ ϲτυφούϲηϲ ἐϲτὶ χρεία, τροφὴν δ’ ἐλαχίϲτην ἔχει.