De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ξηραίνει μὲν οὖν ἀλλήλαιϲ παραπληϲίωϲ φακῆ τε καὶ κράμβη καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότεροϲ ὢν παρὰ φύϲιν ὁ ϲύμπαϲ ὀφθαλμόϲ. ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικήν, ἡ κράμβη δὲ βραχεῖάν τε τροφὴν ἔχει καὶ ταύτην ὑγροτέραν τῆϲ φακῆϲ, ὡϲ ἂν οὐ ϲτερεὸν οὖϲα ϲιτίον, ἀλλὰ λάχανον. | οὐ μὴν εὔχυμόν γ’ ἐϲτὶν ἔδεϲμα κράμβη, καθάπερ ἡ θρῖδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυϲώδη τὸν χυλόν. ἐπιφανὲϲ δ’ εἰϲ οὔρηϲιν οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆς ἀποβαῖνον εἰπεῖν ἔχω.