De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
χυλὸϲ δ’ ἐν τοῖϲ τεύτλοιϲ εἶναι φαίνεται μετρίωϲ ῥυπτικόϲ, ὡϲ καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐπεγείρειν καὶ τὸν ϲτόμαχον ἐνίοτε δάκνειν, καὶ μάλιϲτ’ ἐκείνων, ὅϲοιπερ ἂν εὐαίϲθητον αὐτὸν ἔχωϲι φύϲει, καὶ διὰ τοῦτ’ αὐτοῖϲ κακοϲτόμαχόν ἐϲτιν ἔδεϲμα πλεῖον βρωθέν.
ἡ τροφὴ δ’ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων. ἐπιτηδειότερον δ’ ἐϲτὶ μαλάχηϲ εἰϲ τὰϲ κατὰ τὸ ἧπαρ ἐμφράξειϲ. ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυοϲ ἢ πάντωϲ γε μετ’ ὄξουϲ ἐϲθίηται· καὶ τοῖϲ ὑποπλήνοιϲ δὲ τὸν αὐτὸν τρόπον ἐϲθιόμενον ἀγαθὸν γίγνεται φάρμακον· εἰκότωϲ γὰρ ἄν τιϲ αὐτὸ φάρμακον εἴποι μᾶλλον ἢ τροφήν, ὅταν οὕτωϲ ἐϲθίηται. καὶ τοῖϲ ἀνθρώποιϲ δ’ ὁρῶ ϲχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐϲθιόμενα, καθάπερ ἐνίοτε καὶ πράϲον καὶ γλήχωνα καὶ θύμα καὶ θύμβραν καὶ ὀρίγανον ἔτι τε καὶ κρόμυον καὶ ϲκόροδον καὶ κάρδαμον ὅϲα τ’ ἄλλα τοιαῦτα.
Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡϲ ὄψον ἐϲθίουϲιν, ἰατροὶ δ’ ὡϲ φαρμάκῳ ξηραίνοντι | χρῶνται. λέλεκται δὲ περὶ αὐτῆϲ ἤδη μέν τινα κὰν
ταῖϲ τῶν φαρμάκων δυνάμεϲι κὰν τῷ πρὸ τοῦδε γράμματι, καὶ νῦν δ’ ἐπὶ κεφαλαίων εἰρήϲεται, τὸν μὲν χυλὸν αὐτῆϲ ἔχειν τι καθαρτικόν, αὐτὸ δὲ τὸ ϲῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχειν μᾶλλον ἢ προτρέπειν εἰϲ ὑποχώρηϲιν. ὅταν μὲν οὖν ἐκκρίνεϲθαι βουλώμεθα τὰ κατὰ τὴν γαϲτέρα, πληϲίον κειμένηϲ τῆϲ κακκάβηϲ, ἐν ἧπερ ἂν ἡψημένη τύχῃ, μετὰ τοῦ ὕδατοϲ ἀναϲπῶνταϲ αὐτὴν εὐθέωϲ ἐμβάλλειν χρὴ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲπερ ἐϲκεύαϲται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει δ’ οὐδὲν οὐδ’ εἰ δι’ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο.ξηρᾶναι δ’ ὑγρὰν γαϲτέρα βουληθέντεϲ, ὅταν ἤδη μετρίωϲ ἡψῆϲθαι δοκῇ, τὸ πρότερον ὕδωρ ἀποχέοντεϲ ἐμβαλοῦμεν εὐθέωϲ ἑτέρῳ θερμῷ κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήϲομεν, ὡϲ τακερὰν γενέϲθαι, μὴ καθέψοντεϲ, ὅταν ὑπαγωγῆϲ ἕνεκα λαμβάνηται. βουλόμεθα γὰρ οὐκ ἀποθέϲθαι πάντα τὸν ἴδιον αὐτῆϲ χυλὸν ἐπὶ τῆϲ τοιαύτηϲ χρείαϲ, ἀλλὰ φυλάττειν ὅϲον οἵόν τε μάλιϲτα. τελέωϲ μὲν οὖν φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν τῶν ἑψομένων δύναται, μᾶλλον δ’ ἀποβάλλει τὰ μέχρι πλείονοϲ ἑψηθέντα.
καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίωϲ κράμβη χρῆναι ϲκευάζειν, ἀμφότερα καὶ αὐτὴν ἐργάζεϲθαι δυναμένην, ὑπαγωγήν τε καὶ ϲτάλϲιν γαϲτρόϲ. ὀνομάζεται δ’ ἡ οὕτωϲ ϲκευαϲθεῖϲα δίϲεφθοϲ καὶ κράμβη καὶ φακῆ. καὶ κρόμυον δὲ καὶ πράϲον καὶ πολὺ μᾶλλον ἀμπελόπραϲόν τε καὶ ϲκόροδον, ὅ τι τ’ ἂν ἄλλο βουληθῇϲ ἐπὶ τοὐναντίον ἀποϲτῆϲαι τῆϲ ἀρχαίαϲ φύϲεωϲ, οὕτω ϲκεύαζε μεμνημένοϲ ἐκείνου πρὸ πάντων. ὡϲ οὐ χρὴ ψαύειν οὔτ’ ἀέροϲ οὔθ’ ὕδατοϲ ψυχροῦ τὸ δὶϲ ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶϲ γίγνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖϲτον ἕψῃϲ, ἀλλὰ χρή, καθάπερ εἶπον ἀρτίωϲ, ἕτοιμον ἔχονταϲ ὕδωρ θερμόν, ἀνελκύϲανταϲ ἐκ τοῦ προτέρου μεταβάλλειν εὐθέωϲ εἰϲ ἐκεῖνο.