De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὅμοιον δέ τι λάχανον ἄγριον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουϲι χονδρίλην ἐϲτὶ καὶ θᾶττον εἰϲ καυλὸν ἐξορμᾷ, πικρότητα ϲαφεϲτέραν ἔχον καί τινα γλίϲχρον τε καὶ λευκὸν ὀπόν, οἴόϲπερ ὁ τῶν τιθυμάλλων ἐϲτίν, ἀλλ’ οὐ δριμὺν ὡϲ ἐκεῖνοϲ, ᾧ πρὸϲ ἀνακόλληϲιν ἐνίοτε χρώμεθα τῶν ἐν τοῖϲ βλεφάροιϲ τριχῶν. ταῦτα μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸϲ διοριϲμὸν τῶν κηπευομένων, εἴρηται δὲ μικρὸν ἔμπροϲθεν ὑπὲρ αὐτῶν κοινῇ
περὶ δὲ τῆϲ κηπευομένηϲ θριδακίνηϲ τῆϲ ἅπαϲι ϲυνήθωϲ ἐϲθιομένηϲ τε καὶ καλουμένηϲ θρίδακοϲ ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ μνήμηϲ ἕνεκεν. ὡϲ ὑγρὸν μὲν ἔχει καὶ ψυχρὸν τὸν χυλόν, οὐ | μὴν κακόχυμόϲ γ’ ἐϲτί. διὰ τοῦτ’ οὖν οὐδ’ ἀπεπτεῖται τοῖϲ ἄλλοιϲ λαχάνοιϲ ὁμοίωϲ οὐδ’ ἐπέχει τὴν διαχώρηϲιν, ὥϲπερ οὐδὲ προτρέπει. καὶ τοῦτ’ εἰκότωϲ αὐτῇ ϲυμβέβηκε μήτ’ αὐϲτηρὸν ἐχούϲῃ τι μήτε ϲτρυφνόν, ὑφ’ ὧν ἴϲχεται τοὐπίπαν ἡ γαϲτήρ, ὥϲπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δρι
μέων καὶ ὅλωϲ ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸϲ ἔκκριϲιν, ὧν οὐδ’ αὐτῶν ὑπάρχει τι τῇ θριδακίνη.Εἴτε τοὺϲ παρὰ τοῖϲ Ῥωμαίοιϲ ἰντίβουϲ προϲαγορευομένουϲ ὠνόμαζον οἱ πρόϲθεν Ἀθηναῖοι ϲέρειϲ εἴτε τινὰ ἄλλα τῶν ἀγρίων λαχανωδῶν φυτῶν, οὐκ ἀκριβῶϲ ἔχω φάναι. οἱ δ’ οὖν ἴντιβοι ταῖϲ θρίδαξι παραπληϲίαν ἔχουϲι δύναμιν, ἀπολειπόμενοι καὶ καθ’ ἡδονὴν αὐτῶν καὶ κατὰ τἄλλα τὰ πρόϲθεν εἰρημένα περὶ θριδάκων.
Ἔϲτι καὶ ταύτηϲ ἑτέρα τῆϲ κηπευομένηϲ ἡ ἀγρία μαλάχη, καθάπερ τῆϲ θρίδακοϲ ἡ θριδακίνη. διαφέρει δ’ ἀεὶ τῶν ὁμογενῶν φυτῶν ξηρότητι μὲν τὸ ἄγριον, ὑγρότητι δὲ τὸ κηπευόμενον. ἔχει δὲ καὶ γλί|ϲχρον τι κατὰ τὸν χυλὸν ἡ μαλάχη, τῆϲ θρίδακοϲ οὐκ ἐχούϲηϲ, ἀποκεχώρηκέ τε ϲαφῶϲ τοῦ ψύχειν, ὡϲ καὶ πρὸ τῆϲ ἐδωδῆϲ ἔνεϲτι γνῶναι, καταπλάϲαντά τι τῶν θερμῶν παθῶν, οἱόνπέρ ἐϲτι τὸ ἐρυϲίπελαϲ, ἀμφοτέροιϲ ἐν μέρει τοῖϲ λαχάνοιϲ, ὥϲπερ καὶ ποιοῦϲιν οἱ ἄνθρωποι, τρίβοντεϲ ἐπιμελῶϲ τὰ μαλακὰ τῶν φύλλων ἄχρι τοῦ λειότατα γενέϲθαι. γνώϲῃ γὰρ ἐν τῷδε τὴν μὲν θρίδακα ψύχουϲαν φανερῶϲ, μετρίαν δέ τινα καὶ οἷον χλιαρὰν θερμαϲίαν ἔχουϲαν τὴν μαλάχην.
ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίωϲ οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλιϲχρότητα, καὶ μάλιϲθ’ ὅταν ἐλαίου τε καὶ γάρου δαψιλῶϲ τιϲ αὐτῷ ϲυγκαταπίῃ· μετρίωϲ δ’ ἔχει καὶ κατὰ τὴν πέψιν
αὐτή, τῶν τριῶν δὲ λαχάνων τούτων εἰ παραβάλλοιϲ τὸν χυλόν, ὁ μὲν τοῦ τεύτλου λεπτότεροϲ καὶ ῥυπτικώτερόϲ ἐϲτιν, ὁ δὲ τῆϲ μαλάχηϲ παχύτερόϲ τε καὶ γλιϲχρότεροϲ, ὁ δὲ τῆϲ θριδακίνηϲ μέϲοϲ ἀμφοῖν.